- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.31.1-4.31.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者提出了自己的观点,即斯基泰人所说的“羽毛”实际上是雪,并解释了北方严酷的冬季气候。
περὶ δὲ τῶν1 πτερῶν τῶν Σκύθαι λέγουσι ἀνάπλεον εἶναι τὸν ἠέρα, καὶ τούτων εἵνεκα οὐκ οἷοί τε εἶναι2 οὔτε ἰδεῖν τὸ πρόσω τῆς ἠπείρου οὔτε διεξιέναι, τήνδε ἔχω περὶ αὐτῶν γνώμην· τὰ κατύπερθε ταύτης τῆς χώρης αἰεὶ νίφεται, ἐλάσσονι3 δὲ τοῦ θέρεος ἢ τοῦ χειμῶνος, ὥσπερ καὶ οἰκός.
至于斯基泰人声称充斥于空气之中的“羽毛”,并因其缘故人们既无法看清大陆的深处也无法通行,对此我有如下看法:这一地区更北方的土地总是白雪皑皑,自然,夏天的雪比冬天少一些。
ἤδη ὦν ὅστις ἀγχόθεν χιόνα ἁδρὴν πίπτουσαν εἶδε οἶδε τὸ λέγω· ἔοικε γὰρ ἡ χιὼν πτεροῖσι καὶ διὰ τὸν χειμῶνα τοῦτον ἐόντα τοιοῦτον ἀνοίκητα τὰ πρὸς βορέην ἐστὶ τῆς ἠπείρου ταύτης. τὰ ὦν πτερὰ εἰκάζοντας τὴν χιόνα4 τοὺς Σκύθας τε καὶ τοὺς περιοίκους δοκέω λέγειν. ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται.5
因此,任何曾近距离见过大雪纷飞的人都会明白我的意思;因为雪酷似羽毛,而正是由于这严酷的寒冬,这片大陆的北方地区才是无法居住的。所以,我认为斯基泰人及其邻近的居民是把雪比作“羽毛”来谈论的。那么,关于这些最遥远地方的传说就讲到这里了。
- 4.31.1τῶν
关系代词属格复数,指代先行词 τῶν πτερῶν。在爱奥尼亚方言中,关系代词的形态与指示代词相同(用 τῶν 代替 ὧν)。
- 4.31.1οὐκ οἷοί τε εἶναι
由前文的动词 λέγουσι(斯基泰人说)引导的带对格的不定式结构的一部分。其逻辑主语是一般人(省略了对格如 ἡμέας),由于与主句主语不同,故使用不定式 εἶναι。
- 4.31.1ἐλάσσονι
意为“以较少的(雪)”或“较少地”。中性单数与格,表示程度,可理解为修饰省略的与格名词 χίονι(雪)。
- 4.31.2εἰκάζοντας τὴν χιόνα
分词 εἰκάζοντας 意为“把……比作”,以对格的 τὴν χιόνα(雪)为宾语。此处作为伴随状况分词,修饰不定式 λέγειν 的逻辑主语 τοὺς Σκύθας...。
- 4.31.2ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται
短语 τὰ λέγεται 是关系代词结构(“被说起的事”),μακρότατα(“最遥远的”)作状语或形容词性修饰,指代最遥远的地区。整句意为“关于那些最遥远地方所传说的这些事,已经讲述完毕”。
