← 希罗多德

历史

§4.28.1-4.28.4

斯基泰极寒的冬季与反常气候

作者描述了斯基泰地区极为严寒的冬季气候,指出结冰的海面使斯基泰人得以行军,并阐述了当地与常地迥异的雨雷模式,以及马匹与其他牲畜(如驴、骡)在抗寒能力上的反常逆转现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28.1

δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος1 γίνεται κρυμός, ἐν τοῖσι2 ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν·ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους.

这整片被提及的土地确实是如此严寒,在那里,一年的八个月里会出现无法忍受的寒冷,在这些日子里,你倒水不会做出泥来,而生起火来却能做出泥来。海面结冰,整个辛梅里安博斯普鲁斯海峡也都结冰,在冰面上,居住在壕沟内部的斯基泰人出兵征战,并驾着马车越过冰面到对岸的辛多伊人那里。

§4.28.2

οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών,3 τοὺς δʼ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί. κεχώρισται δὲ οὗτος ὁ χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι, ἐν τῷ τὴν μὲν ὡραίην4 οὐκ ὕει λόγου ἄξιον οὐδέν, τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ·

就这样,整整八个月里持续是冬天,而剩下的四个月里,那里也是寒冷的。而且,这个冬天在特征上与在其他地方发生的一切冬天都不同,因为在正常的雨季几乎不下什么值得一提的雨,而到了夏天,雨却下个不停。

§4.28.3

βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονται, τηνικαῦτα μὲν οὐ γίνονται, θέρεος δὲ ἀμφιλαφέες· ἢν δὲ χειμῶνος βροντὴ γένηται, ὡς τέρας νενόμισται θωμάζεσθαι. ὣς δὲ καὶ ἢν σεισμὸς γένηται ἤν τε θέρεος ἤν τε χειμῶνος ἐν τῇ Σκυθικῇ, τέρας νενόμισται.

而且,在其他地方发生雷电的时候,那里并不发生,而到了夏天,雷电却十分频繁;如果冬天发生雷鸣,就会被视为异兆而令人惊异。同样,在斯基泰土地上,无论是在夏天还是在冬天,如果发生地震,也都会被视为异兆。

§4.28.4

ἵπποι δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον, ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν·5 τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι, ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται.

马能够忍受并挺过这样的冬天,但骡子和驴却根本无法忍受;而在其他地方,马站在寒冷中会生冻疮,而驴和骡子却能忍受。

语法注5 条
  1. 4.28.1ἀφόρητος οἷος

    关系代词/形容词 οἷος 与形容词 ἀφόρητος 结合使用,构成了一种表示程度强调的感叹结构,意为“达到无法忍受的程度”。这源自于关联结构 τοιοῦτος οἷος 中指示代词的省略,从而形成了这种紧凑的习惯表达。

  2. 4.28.1ἐν τοῖσι

    这是爱奥尼亚方言中关系代词的复数与格形式,相当于雅典方言的 ἐν οἷς。它指代先行词“八个月”(τοὺς μὲν ὀκτὼ τῶν μηνῶν),并在关系从句中作为时间限定,意为“在这些(八个月的)日子里”。

  3. 4.28.2διατελέει χειμὼν ἐών

    动词 διατελέω(继续、持续)与作补足语的现在分词 ἐών(雅典方言为 ὤν)连用的常见构文。此处以天气的“冬天”(χειμὼν)为主语,表示“持续是冬天”的持续状态。

  4. 4.28.2τὴν μὲν ὡραίην

    省略了阴性名词 ὥρην(雅典方言为 ὥραν)的宾格短语。通常指“适宜的季节”,在此指本来应该下雨的“正常雨季”(秋冬季),与下文对比的“夏天”(τὸ δὲ θέρος)相呼应。

  5. 4.28.4ἀρχήν

    名词 ἀρχή(开始、起初)的宾格形式与否定词 οὐκ 连用作为副词的习惯表达,表示强烈的完全否定,意为“根本不”、“完全不”(not at all)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.28.1-4.28.4