- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.203.1-4.203.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
征服巴尔克后的波斯军队在归途中穿过昔兰尼,但随后后悔未能占领该城;他们企图再次入城未果,在撤回埃及的途中遭到利比亚人的袭击并损失惨重。
τοὺς ὦν δὴ λοιποὺς τῶν Βαρκαίων οἱ Πέρσαι ἀνδραποδισάμενοι ἀπήισαν ὀπίσω· καὶ ἐπείτε ἐπὶ τῇ Κυρηναίων πόλι ἐπέστησαν, οἱ Κυρηναῖοι λόγιόν τι ἀποσιεύμενοι1 διεξῆκαν αὐτοὺς διὰ τοῦ ἄστεος.
于是波斯人将巴尔克人的其余人奴役,随后踏上归途。当他们来到昔兰尼人的城前时,昔兰尼人为了避开某种神谕的惩罚,便让他们穿过市街通过。
διεξιούσης δὲ τῆς στρατιῆς Βάδρης μὲν ὁ τοῦ ναυτικοῦ στρατοῦ στρατηγὸς ἐκέλευε αἱρέειν τὴν πόλιν, Ἄμασις δὲ ὁ τοῦ πεζοῦ οὐκ ἔα· ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην Ἑλληνίδα πόλιν·2 ἐς ὃ διεξελθοῦσι καὶ ἱζομένοισι ἐπὶ Διὸς Λυκαίου ὄχθον μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην.3 καὶ ἐπειρῶντο τὸ δεύτερον παριέναι ἐς αὐτήν· οἱ δὲ Κυρηναῖοι οὐ περιώρων.
当军队穿城而过时,海军将军巴德雷斯主张攻占这座城市,但陆军将军阿玛西斯不准许;因为他说,在希腊城市中,他们仅是被派来攻打巴尔克一处的。然而,当他们穿过去并在吕凯奥斯宙斯之丘安营扎寨时,他们便后悔没有占领昔兰尼。于是他们企图第二次进入城内,但昔兰尼人并不允许他们这么做。
τοῖσι δὲ Πέρσῃσι οὐδενὸς μαχομένου φόβος ἐνέπεσε, ἀποδραμόντες τε ὅσον τε ἑξήκοντα στάδια ἵζοντο· ἱδρυθέντι δὲ τῷ στρατοπέδῳ ταύτῃ ἦλθε παρὰ Ἀρυνάνδεω ἄγγελος ἀποκαλέων αὐτούς. οἱ δὲ Πέρσαι Κυρηναίων δεηθέντες ἐπόδιά σφι δοῦναι ἔτυχον,4 λαβόντες δὲ ταῦτα ἀπαλλάσσοντο ἐς τὴν Αἴγυπτον.
这时,虽无人与他们交战,波斯人却陷入了恐慌,他们仓皇逃跑,在约六十斯塔德之外驻扎下来。当营地在此建立后,阿里安德斯派来召回他们的使者到了。波斯人请求昔兰尼人给他们提供旅途的口粮并得以获取,拿到这些东西后,他们便撤往埃及。
παραλαβόντες δὲ τὸ ἐνθεῦτεν αὐτοὺς Λίβυες τῆς τε ἐσθῆτος εἵνεκα καὶ τῆς σκευῆς τοὺς ὑπολειπομένους αὐτῶν καὶ ἐπελκομένους ἐφόνευον, ἐς ὃ ἐς τὴν Αἴγυπτον ἀπίκοντο.
此后,利比亚人沿途袭击他们,为了夺取他们的衣物和装备,将他们之中落伍和拖延的人一一杀害,直到他们抵达埃及。
- 4.203.1λόγιόν τι ἀποσιεύμενοι
分词 ἀποσιεύμενοι(源自 ἀποσιόομαι)意为“履行宗教义务”或“避开宗教上的不洁/神罚”。在此处表示昔兰尼人为了规避某种神谕所带来的不吉或神罚,因而允许波斯人通过。
- 4.203.2ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην Ἑλληνίδα πόλιν
不定词 ἀποσταλῆναι 用于间接引语中,省略了主句的言说动词(如 ἔφη)。它表达了陆军将军阿玛西斯的辩解。
- 4.203.2μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην
非人称动词 μετεμέλησε(使后悔)要求一个表示后悔主体的与格(σφι,与前面的与格分词 διεξελθοῦσι καὶ ἱζομένοισι 一致)以及一个表示后悔原因的与格分词(οὐ σχοῦσι)。字面意思是“未占领昔兰尼令他们感到后悔”。
- 4.203.3Κυρηναίων δεηθέντες ἐπόδιά σφι δοῦναι ἔτυχον
动词 ἔτυχον(源自 τυγχάνω)通常与分词连用表示“碰巧做某事”,但此处意为“成功获得”或“得到”,省略了表示旅费的属格宾语(ἐποδίων,由前文的 ἐπόδια 转换而来)。
