← 希罗多德

历史

§4.191.1-4.191.4

马克舒埃斯人的习俗与西利比亚的野兽

本段介绍了居住在特里同河以西的农耕利比亚人马克舒埃斯人的习俗及其特洛伊起源说,并指出西部利比亚多山林,栖息着包括犬头人和无头人在内的各种真实与传说的野兽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.191.1

τὸ δὲ πρὸς ἑσπέρης τοῦ Τρίτωνος ποταμοῦ Αὐσέων ἔχονται1 ἀροτῆρες ἤδη Λίβυες καὶ οἰκίας νομίζοντες ἐκτῆσθαι, τοῖσι οὔνομα κέεται Μάξυες. οἳ τὰ ἐπὶ δεξιὰ τῶν κεφαλέων κομόωσι, τὰ δʼ ἐπʼ ἀριστερὰ κείρουσι, τὸ δὲ σῶμα χρίονται μίλτῳ. φασὶ δὲ οὗτοι εἶναι τῶν ἐκ Τροίης ἀνδρῶν.2

在特里同河以西,与奥塞埃斯人相邻的,是已经开始从事农耕并习惯于拥有房屋的利比亚人,他们的名字叫作马克舒埃斯人。他们让头部右侧的头发留长,而将左侧的剃掉,并用红土涂抹身体。这些人自称是来自特洛伊的男人们的后裔。

§4.191.2

ἡ δὲ χώρη αὕτη τε καὶ ἡ λοιπὴ τῆς Λιβύης ἡ πρὸς ἑσπέρην πολλῷ θηριωδεστέρη τε καὶ δασυτέρη ἐστὶ τῆς τῶν νομάδων χώρης.

这一地区以及利比亚西部的其余部分,比游牧民的土地有更多的野兽,森林也更为茂密。

§4.191.3

ἡ μὲν γὰρ δὴ πρὸς τὴν ἠῶ τῆς Λιβύης, τὴν οἱ νομάδες νέμουσι, ἐστὶ ταπεινή τε καὶ ψαμμώδης μέχρι τοῦ Τρίτωνος ποταμοῦ, ἡ δὲ ἀπὸ τούτου τὸ πρὸς ἑσπέρην ἡ τῶν ἀροτήρων ὀρεινή τε κάρτα καὶ δασέα καὶ θηριώδης·

因为游牧民居住的利比亚东部直到特里同河为止都是低洼且多沙的,而从这条河往西的农耕民土地则是非常多山、茂密且多野兽的。

§4.191.4

καὶ γὰρ οἱ ὄφιες οἱ ὑπερμεγάθεες καὶ οἱ λέοντες κατὰ τούτους εἰσὶ καὶ οἱ ἐλέφαντές τε καὶ ἄρκτοι καὶ ἀσπίδες τε καὶ ὄνοι οἱ τὰ κέρεα ἔχοντες καὶ οἱ κυνοκέφαλοι καὶ οἱ ἀκέφαλοι οἱ ἐν τοῖσι στήθεσι τοὺς ὀφθαλμοὺς ἔχοντες, ὡς δὴ λέγονταί γε ὑπὸ Λιβύων, καὶ οἱ ἄγριοι ἄνδρες καὶ γυναῖκες ἄγριαι, καὶ ἄλλα πλήθεϊ πολλὰ θηρία ἀκατάψευστα.3

因为在他们那里有极巨大的蛇、狮子、大象、熊、眼镜蛇、长角的驴,还有犬头人以及(至少利比亚人是这样传说的)眼睛长在胸部的无头人,还有野人、野妇,以及其他许多绝非虚构的野兽。

语法注3 条
  1. 4.191.1Αὐσέων ἔχονται

    中动态动词 ἔχομαι(ἔχω 的中动态)后接属格 Αὐσέων,表示“与……相邻”或“紧接……”。

  2. 4.191.1τῶν ἐκ Τροίης ἀνδρῶν

    属格短语 τῶν ... ἀνδρῶν 为部分属格,作 εἶναι 的表语,暗示他们是“来自特洛伊的男人们的(后代)”。

  3. 4.191.4ἀκατάψευστα

    词源上意为“不可欺骗的”、“非虚假的”中性复数宾格形容词。在此修饰 θηρία,用以强调包括前面提到的犬头人、无头人在内的野兽并非凭空虚构,而是真实存在的。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.191.1-4.191.4