← 希罗多德

历史

§4.192.1-4.192.3

游牧利比亚人土地上的各类野生动物

作者列举了游牧利比亚人土地上生存的各种野兽、蛇、老鼠和鼬鼠,并指出该地区完全没有鹿和野猪,以此总结了自己调查所及的动物志范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.192.1

κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλʼ ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλʼ ἄλλοι ἄποτοι (οὐ γὰρ δὴ πίνουσι), καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται1 (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι), καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες· ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου· ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι.

然而,在游牧民的地区,并没有这些怪物,而是有以下其他种类的动物:白臀羚、羚羊、大羚羊,以及罗巴——不是那种长角的罗巴,而是另一种不喝水的罗巴(因为它们确实不喝水),还有剑羚,它们的角被用来制作竖琴的琴臂(这种野兽的体型大小相当于一头牛)。还有狐狸、鬣狗、豪猪、野绵羊、迪克堤斯兽、豺、豹、博律埃斯兽,以及长约三腕尺、极像蜥蜴的陆生鳄鱼,还有陆行鸵鸟,和各长有一只角的小蛇。这里确实有这些野兽,以及在其他地方也能见到的野兽,但鹿和野猪除外;在利比亚,根本没有鹿和野猪。

§4.192.3

μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι· οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί),2 οἳ δὲ ἐχινέες. εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται. τοσαῦτα μέν νυν θηρία ἡ τῶν νομάδων Λιβύων γῆ ἔχει, ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι.3

这里还有三种老鼠:一种被称为“双足鼠”,另一种被称为“泽格里埃斯”(这个名字是利比亚语,在希腊语中意为“山丘”),第三种被称为“刺猬鼠”。此外,还有生活在罗盘草中的鼬鼠,极像塔尔特索斯的鼬鼠。游牧利比亚人的土地所拥有的野兽就是这些,这也是我们通过调查所能达到的最远范围。

语法注3 条
  1. 4.192.1τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται

    关系代词 τῶν(属格)修饰先行词 ὄρυες,表示材料或来源(“它们的角”)。与格 τοῖσι φοίνιξι 是表示目的或利益的与格(“为了腓尼基竖琴”),而复数主格 οἱ πήχεες(琴臂)是受动语态动词 ποιεῦνται(被制作)的主语。

  2. 4.192.3δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί

    动词 δύναται(第三人称单数现在时)在这里表示“(词语)具有某种意义”或“相当于”。主语是前句的 τὸ οὔνομα τοῦτο。复数主格的 βουνοί(山丘)作为主格补语,直接表示被翻译成希腊语后的词义。

  3. 4.192.3ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι

    ὅσον 是限制程度或范围的关系代词(中性单数),意为“在……的范围内”。οἷοί τε ἐγενόμεθα 是 οἷός τέ εἰμι(能够)的第一人称复数过去时,后接不定式 ἐξικέσθαι(到达、查明)。分词 ἱστορέοντες 表示方式或手段(“通过调查”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.192.1-4.192.3