- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.189.1-4.189.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
本段说明雅典娜神像的服饰与埃癸斯的设计、祭祀中的哀呼以及四匹马驾车的技术均源自利比亚。
τὴν δὲ ἄρα ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηναίης ἐκ τῶν Λιβυσσέων1 ἐποιήσαντο οἱ Ἕλληνες· πλὴν γὰρ ἢ ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσέων ἐστὶ καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων αὐτῇσι2 οὐκ ὄφιες εἰσὶ ἀλλὰ ἱμάντινοι, τά γε ἄλλα πάντα κατὰ τὠυτὸ ἔσταλται.
希腊人其实是模仿利比亚妇女的服饰制作了雅典娜神像的衣服和埃癸斯;因为除了利比亚妇女的衣服是皮革制的,而且她们埃癸斯上的穗子不是蛇而是皮带之外,在其他所有方面,她们的装束都是完全相同的。
καὶ δὴ καὶ τὸ οὔνομα κατηγορέει3 ὅτι ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων· αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτὰς αἱ Λίβυσσαι κεχριμένας ἐρευθεδάνῳ, ἐκ δὲ τῶν αἰγέων τουτέων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν.
而且,这个名字本身也表明帕拉斯神像的装束来自利比亚;因为利比亚妇女在衣服外面披着去毛、染了茜草红并带有穗子的山羊皮,希腊人就是根据这些山羊皮而将它们改称为埃癸斯的。
δοκέει δʼ ἔμοιγε καὶ ὀλολυγὴ ἐν ἱροῖσι ἐνθαῦτα πρῶτον γενέσθαι· κάρτα γὰρ ταύτῃ χρέωνται καλῶς αἱ Λίβυσσαι. καὶ τέσσερας ἵππους συζευγνύναι παρὰ Λιβύων οἱ Ἕλληνες μεμαθήκασι.
在我看来,祭祀中的哀呼也是首先起源于那里的;因为利比亚妇女非常擅长此道。此外,希腊人也是从利比亚人那里学会了用四匹马驾车的。
- 4.189.1ἐκ τῶν Λιβυσσέων
介词 ἐκ 表示起源,意为“(模仿)自利比亚妇女(的服饰)”。阴性复数属格的 τῶν Λιβυσσέων 在语境中指代她们的衣服。
- 4.189.1αὐτῇσι
指代利比亚妇女的第三人称代词与格复数(爱奥尼亚方言)。此处用作领属与格(dativus possessivus),表示“她们的(埃癸斯)”。
- 4.189.2κατηγορέει
动词 κατηγορέω 通常意为“指控”,但在此处表示“表明”或“证明”,其后引导一个表示事实的 ὅτι 从句。
