← 希罗多德

历史

§4.164.1-4.164.4

阿耳刻西劳斯复位与在巴尔卡遇刺

阿耳刻西劳斯率军返回库雷内并残酷镇压反对派,但在意识到自己违背了神谕后退往巴尔卡,最终在那里与岳父一同遇刺身亡,使预言的命运得以实现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.164.1

ὁ δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην, καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο, ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς.1

他带领来自萨摩斯的人们回到了库雷内,在掌控了政权之后,他完全忘记了神谕,反而因自己被驱逐一事向反对派索要惩罚。

§4.164.2

τῶν δὲ οἳ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο, τοὺς δὲ τινὰς χειρωσάμενος ὁ Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ. τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν· ἑτέρους δὲ τινὰς τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας ὁ Ἀρκεσίλεως ἐνέπρησε.

在这些人中,有些人完全离开了这个国家,而另一些人则被阿耳刻西劳斯生擒,送往塞浦路斯处死。这些人后来被漂流到克尼多斯人的土地上,被克尼多斯人营救并送往泰拉。至于其他一些逃进阿格洛马科斯私人高塔中避难的库雷内人,阿耳刻西劳斯则在塔周围堆起木柴,放火将他们烧死。

§4.164.3

μαθὼν δὲ ἐπʼ ἐξεργασμένοισι2 τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι3 μιν ἡ Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι, ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος, δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι.

但事情发生之后,他才领悟到这就是神谕的意思——即皮提亚曾禁止他,如果他在炉中发现那些双耳细颈瓶,就不要去烘烤它们——由于害怕预言中的死亡,并认为库雷内就是那片被水环绕的土地,他便主动离开了库雷内人的城邦。

§4.164.4

εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ, θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος, τῷ οὔνομα ἦν Ἀλάζειρ· παρὰ τοῦτον ἀπικνέεται, καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι, πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα. Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ.

他娶了一位身为自己亲属的妻子,也就是巴尔卡人国王的女儿,这位国王的名字叫阿拉泽伊尔。他来到这个人那里,而巴尔卡人以及一些来自库雷内的流亡者发现他在广场上活动,便杀死了他,此外还杀死了他的岳父阿拉泽伊尔。就这样,阿耳刻西劳斯无论是故意还是无意,因未能遵循神谕而终结了自己的命运。

语法注3 条
  1. 4.164.1δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς

    动词 αἰτέω 带有双宾格,一个是表示人的宾格(τοὺς ἀντιστασιώτας),另一个是表示要求的物品或惩罚的宾格(δίκας)。属格短语 τῆς ἑωυτοῦ φυγῆς 是原因属格,解释了索要惩罚的原因(“因为他自己被驱逐一事”)。

  2. 4.164.3ἐπʼ ἐξεργασμένοισι

    介词 ἐπί 与动词 ἐξεργάζομαι 的完成时被动分词的中性复数与格相结合构成的成语表达,意为“在事情已成定局之后”或“为时已晚”。

  3. 4.164.3μαθὼν δὲ ... τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι...

    分词 μαθὼν(动词 μανθάνω 的不定过去时分词)作为表示认知或发现的动词,支配着一个带宾格(τὸ μαντήιον)和分词(ἐὸν)的补充性分词结构(意为“得知神谕是……”)。指示代词 τοῦτο 则与随后的 ὅτι 从句同格,并起到了先行的作用,详细说明了神谕的具体内容。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.164.1-4.164.4