← 希罗多德

历史

§4.163.1-4.163.3

阿耳刻西劳斯召集军队与德尔斐神谕

阿耳刻西劳斯在萨摩斯召集军队,并前往德尔斐就其归国一事求问神谕。神谕允诺巴图斯家族将统治库雷内八代,但也警告他在回国后须保持安宁,否则将面临毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.163.1

ὁ δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ· συλλεγομένου δὲ στρατοῦ πολλοῦ, ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου.

与此同时,阿耳刻西劳斯当时在萨摩斯,以重新分配土地为允诺召集每一个人。当大批军队聚集起来时,阿耳刻西劳斯前往德尔斐,就重返祖国一事求问神谕。

§4.163.2

ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε.

女祭司皮提亚对他作出了如下的神示。

§4.163.3

"ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης, πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει. σὺ μέντοι ἥσυχος εἶναι1 κατελθὼν ἐς τὴν σεωυτοῦ. ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων, μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλʼ ἀπόπεμπε κατʼ οὖρον· εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον,μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον· εἰ δὲ μὴ2 ἀποθανέαι3 καὶ αὐτὸς καὶ ταῦρος ὁ καλλιστεύων." ταῦτα ἡ Πυθίη Ἀρκεσίλεῳ χρᾷ.

“洛克西阿斯赐予你们统治库雷内,期限为四代巴图斯与四代阿耳刻西劳斯,即人类的八个世代;然而,他奉劝你们甚至不要尝试超越这一点。你一旦回到了自己的国家,就应当保持安宁。如果你发现炉子里装满了双耳细颈瓶,切勿烘烤这些双耳细颈瓶,而是要顺风将它们送走。但如果你烘烤了那炉子,就千万不要进入那片被水环绕的土地;否则,你不仅自己会死,那头最美丽的公牛也将死去。” 这就是皮提亚给阿耳刻西劳斯的神示。

语法注3 条
  1. 4.163.3ἥσυχος εἶναι

    不定式 εἶναι 用作命令(命令式代用不定式)。为了与主格主语代词 σύ 以及分词 κατελθών 呼应,补语 ἥσυχος 也使用主格。

  2. 4.163.3εἰ δὲ μή

    意为“否则”。虽然紧接在否定命令“切勿进入(μὴ ἐσέλθῃς)”之后,但在逻辑上它代表相反的条件,即“如果进入的话”。

  3. 4.163.3ἀποθανέαι

    动词 ἀποθνῄσκω 的第二人称单数将来时中动直陈式,呈现了未缩合的爱奥尼亚方言形式,相当于雅典方言的 ἀποθανῇ 或 ἀποθανεῖ。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.163.1-4.163.3