- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.162.1-4.162.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
阿耳刻西劳斯因拒绝德莫纳克斯的改革而引发内乱并流亡。其母普雷提墨向塞浦路斯萨拉米斯国王请求军事援助,但被赠予妇女用品以示婉拒。
ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα,1 ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο.
在这位巴图斯统治期间,局势一直维持在这一状态;但在其子阿耳刻西劳斯在位时,因特权问题发生了极大的动荡。
Ἀρκεσίλεως γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ ὁ Μαντινεὺς Δημῶναξ ἔταξε, ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα. ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον, ἡ δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε.
因为跛子巴图斯与普雷提墨之子阿耳刻西劳斯声称,他不能容忍事情按照曼提内亚人德莫纳克斯所规定的那样进行,而是要求收回其祖先的特权。因此,他因发动内乱而战败,逃往萨摩斯,而他的母亲则逃往塞浦路斯的萨拉米斯。
τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων, ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον, ἐὸν ἀξιοθέητον ἀνέθηκε, τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κέεται. ἀπικομένη δὲ παρὰ τοῦτον ἡ Φερετίμη ἐδέετο στρατιῆς ἣ κατάξει2 σφέας ἐς τὴν Κυρήνην.
当时统治萨拉米斯的是埃乌埃尔同,他曾在德尔斐献纳了一个值得一看的香炉,该香炉现放于科林斯人的宝库中。普雷提墨来到他那里,请求他提供一支能够将他们送回库雷内的军队。
ὁ δὲ Εὐέλθων πᾶν μᾶλλον ἢ3 στρατιήν οἱ ἐδίδου· ἣ δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι, κάλλιον δὲ ἐκεῖνο, τὸ δοῦναί οἱ δεομένῃ στρατιήν.
然而,埃乌埃尔同愿意给她任何东西,唯独不给军队。而她接下所赐之物,说道:“这固然是极好的,但那一件——即将军队赐予向您请求的我的那件事,则是更好的。”
τοῦτο ἐπὶ παντὶ γὰρ τῷ διδομένῳ ἔλεγε, τελευταῖόν οἱ ἐξέπεμψε δῶρον ὁ Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην, προσῆν δε καὶ εἴριον. ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος, ὁ Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι4 ἀλλʼ οὐ στρατιῇ.
既然她对每一样所赐之物都说这样的话,埃乌埃尔同最后送给她一件礼物,是一个金纺锤和一根纺线杆,上面还附着羊毛。当普雷提墨再次说出同样的话时,埃乌埃尔同说,人们是用这些东西来赠送给妇女的,而不是用军队。
- 4.162.1διετέλεε ἐόντα
非人称用法(或以“事情”为隐含主语)加补充分词,分词 ἐόντα 为中性复数,意为“事情持续处于……的状态”。
- 4.162.3ἣ κατάξει
表示目的的关联从句,关联代词 ἥ 后接将来直陈式(κατάξει),带有所谓“为了……”的目的语气。
- 4.162.4πᾶν μᾶλλον ἢ
使用比较级的惯用表达,意为“除了……以外的一切”。此处指面对请求军队的普雷提墨,埃乌埃尔同愿意给予除军队以外的一切东西。
- 4.162.5δωρέεσθαι
动词 δωρέομαι 采用“赠送(人:宾格)以(物:与格)”的句法结构。此处 γυναῖκας 为宾格(人),τοιούτοισι 及 στρατιῇ 为与格(物)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
