- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.111.1-4.111.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
斯基泰人误以为亚马逊人是年轻男子并与之交战,但通过尸体发现她们是女性,于是决定派年轻男子在她们附近扎营以期繁衍后代。
οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα· οὔτε γὰρ φωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον, ἀλλʼ ἐν θώματι ἦσαν ὁκόθεν ἔλθοιεν,1 ἐδόκεον δʼ αὐτὰς εἶναι ἄνδρας τὴν αὐτὴν ἡλικίην ἔχοντας, μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο. ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι, καὶ οὕτω ἔγνωσαν ἐούσας γυναῖκας.2
但是斯基泰人无法理解这起事件。因为他们既不知道她们的语言,也不知道她们的衣服和民族,只是诧异她们是从哪里来的;他们以为她们是和自己同龄的男子,于是便与她们交战。然而,在战斗之后,斯基泰人得到了尸体,这才知道她们原来是女子。
βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς, ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς, πλῆθος εἰκάσαντας3 ὅσαι περ ἐκεῖναι ἦσαν τούτους δὲ στρατοπεδεύεσθαι πλησίον ἐκεινέων καὶ ποιέειν τὰ περ ἂν καὶ ἐκεῖναι ποιέωσι. ἢν δὲ αὐτοὺς διώκωσι, μάχεσθαι μὲν μή, ὑποφεύγειν δέ·4 ἐπεὰν δὲ παύσωνται, ἐλθόντας αὖτις πλησίον στρατοπεδεύεσθαι. ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι. ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα.
因此,在商议之后,他们决定绝不再以任何方式杀害她们,而是派遣自己人中最年轻的男子去她们那里,估计人数要和她们一样多。他们决定让这些人在她们附近扎营,并且做出和她们所做的完全一样的事情;如果她们追赶他们,他们不要交战,而是逃跑,一旦她们停止追赶,他们就再回来在她们附近扎营。斯基泰人之所以这样策划,是希望从她们那里生出后代来。被派遣的年轻人们便按照命令行事。
- 4.111.1ὁκόθεν ἔλθοιεν
间接疑问从句中的动词采用祈愿式(ἔλθοιεν),是因为主句动词为过去时(ἦσαν),从而触发了历史时态后的斜格祈愿式(历史时态后间接疑问句中的祈愿式)。
- 4.111.1ἔγνωσαν ἐούσας γυναῖκας
认知动词 ἔγνωσαν(γιγνώσκω 的不定过去时)使用分词 ἐούσας(οὔσας 的伊奥尼亚方言形)而非不定式作为补足语,表示“他们认识到她们是女子”这一事实。
- 4.111.2πλῆθος εἰκάσαντας
πλῆθος 是表示关系的宾格(或作 εἰκάσαντας 的直接宾语),意为“在数量上”。分词 εἰκάσαντας(宾格复数)在逻辑上指做出决定的斯基泰人(与格 αὐτοῖσι),但因作为不定式 ἀποπέμψαι 的逻辑主语而被置于宾格并与之相一致。
- 4.111.2ἢν δὲ αὐτοὺς διώκωσι, μάχεσθαι μὲν μή, ὑποφεύγειν δέ·
在条件从句 ἢν ... διώκωσι 的归结部分中,使用了具有命令力量的独立不定式 μάχεσθαι 和 ὑποφεύγειν(命令不定式),因此其否定词使用 μή。
