← 希罗多德

历史

§4.110.1-4.110.2

亚马逊人的反抗与漂流至斯基泰

叙述了被希腊人俘虏的亚马逊人在海上起义,因不通航海而随波逐流,最终在斯基泰人领土登陆并开始掠夺的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.110.1

Σαυροματέων δὲ πὲρι ὧδε λέγεται. ὅτε Ἕλληνες Ἀμαζόσι ἐμαχέσαντο (τὰς δὲ Ἀμαζόνας καλέουσι Σκύθαι Οἰόρπατα, δύναται1 δὲ τὸ οὔνομα τοῦτο κατὰ Ἑλλάδα γλῶσσαν ἀνδροκτόνοι· οἰὸρ γὰρ καλέουσι ἄνδρα, τὸ δὲ πατὰ κτείνειν), τότε λόγος τοὺς Ἕλληνας νικήσαντας τῇ ἐπὶ Θερμώδοντι μάχῃ ἀποπλέειν2 ἄγοντας τρισὶ πλοίοισι τῶν Ἀμαζόνων ὅσας ἐδυνέατο ζωγρῆσαι, τὰς δὲ ἐν τῷ πελάγει ἐπιθεμένας ἐκκόψαι τοὺς ἄνδρας.

关于萨乌罗马泰人,有如下的传说。当希腊人与亚马逊人作战时(斯基泰人称亚马逊人为“奥伊奥尔帕塔”,这个名字在希腊语中意为“杀男子者”;因为他们称男子为“奥伊奥尔”,称杀死为“帕塔”),当时有传言说,希腊人在特尔莫东战役中获胜后,用三艘船载着他们能生擒的亚马逊人航行离去,但亚马逊人在海上面袭击并砍杀了那些男子。

§4.110.2

πλοῖα δὲ οὐ γινώσκειν3 αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ· ἀλλʼ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον, καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς· οἱ δὲ Κρημνοὶ εἰσὶ γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων. ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην. ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν, καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων.

但她们既不懂船只,也不会使用舵、帆或桨;在砍杀了那些男子之后,她们便随波逐流,任凭风吹,最终到达了迈奥提斯湖的克里姆诺伊。而克里姆诺伊属于自由斯基泰人的土地。亚马逊人在此处下船,走向有人烟的地区。她们遇到了第一群马,便将其劫掠,并骑着这些马开始掠夺斯基泰人的财产。

语法注3 条
  1. 4.110.1δύναται

    此处的动词 δύναμαι 并非表示能力或无人称用法,而是古典时期的惯用法,指词语或名称“意味着”或“相当于”。

  2. 4.110.1λόγος τοὐς Ἕλληνας νικήσαντας ... ἀποπλέειν

    名词 λόγος 省略了系动词 ἐστί,引导间接引语(意为“有传言说……”)。其后跟随的宾格 τοὺς Ἕλληνας(及其分词 νικήσαντας 和 ἄγοντας)作为不定式 ἀποπλέειν 的逻辑主语。随后由 τὰς ... ἐπιθεμένας 引导的宾格不定式句 τὰς δὲ ... ἐκκόψαι 同样受该 λόγος 支配。

  3. 4.110.2γινώσκειν

    延续前一句的传闻/间接引语语境,该不定式(其逻辑主语为宾格 αὐτάς)在形式上虽为独立句,但实际起着间接叙述的作用。其后的 χρᾶσθαι 亦同。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.110.1-4.110.2