← 希罗多德

历史

§3.91.1-3.91.4

第五至第八管区的范围与纳贡额

本章节介绍了波斯帝国第五管区(叙利亚及巴勒斯坦)、第六管区(埃及)、第七管区(萨塔居代等)和第八管区(苏萨)的范围及其各自的纳贡数额。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.91.1

ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν Ἀμφίλοχος ὁ Ἀμφιάρεω οἴκισε ἐπʼ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων, ἀρξάμενος1 ἀπὸ ταύτης μέχρι Αἰγύπτου, πλὴν μοίρης τῆς Ἀραβίων (ταῦτα γὰρ ἦν ἀτελέα),2 πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν. ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος· νομὸς πέμπτος οὗτος.

从波西底翁城——此城由安菲阿拉俄斯之子安菲洛科斯建于基利家人与叙利亚人的边界上——起自该城一直到埃及(阿拉伯人的部分除外,因为他们是免税的),税贡为三百五十塔兰同。在这一管区内有整个腓尼基、被称为巴勒斯坦的叙利亚以及塞浦路斯;这是第五管区。

§3.91.2

ἀπʼ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης (ἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατο)3 ἑπτακόσια προσήιε τάλαντα, πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων·

从埃及、与埃及相邻的利比亚人,以及昔兰尼和巴尔卡(因为后者被编入埃及管区)送来了七百塔兰同,这不包括来自莫里斯湖、由捕鱼所得的银钱。

§3.91.3

τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ σίτου4 προσήιε ἑπτακόσια τάλαντα· σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι. νομὸς ἕκτος οὗτος.

除去这笔银钱和谷物之外,送来了七百塔兰同。因为他们要为驻扎在孟斐斯“白城”的波斯人及其雇佣军,称量分发十二万[麦地姆诺]的谷物。这是第六管区。

§3.91.4

Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον· νομὸς δὲ οὗτος ἕβδομος. ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια· νομὸς ὄγδοος οὗτος.

萨塔居代人、甘达里亚人、达迪卡伊人和阿帕吕泰人被归并在一起,纳贡一百七十塔兰同;这是第七管区。从苏萨和基西亚人的其余地区,征收三百塔兰同;这是第八管区。

语法注4 条
  1. 3.91.1ἀρξάμενος

    主格阳性单数分词。虽然没有明确的语法主语(可指大流士或泛指的行政规划者),但习惯上用作副词性短语,表示“自……开始”。

  2. 3.91.1ταῦτα γὰρ ἦν ἀτελέα

    用中性复数代词 ταῦτα 来指代前文的阴性单数 μοίρης(部分)。这是一种基于意义的构词不一致(synesis),用来泛指阿拉伯人的土地或其整体状况。

  3. 3.91.2ἐκεκοσμέατο

    爱奥尼亚方言中的第三人称复数过去完成时被动语态(相当于雅典方言的 ἐκεκόσμηντο)。主语是阴性复数的指示代词 αὗται(指昔兰尼和巴尔卡二城),与动词在数上一致。

  4. 3.91.3τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ σίτου

    介词性副词 χωρίς 同时支配 τούτου τοῦ ἀργυρίου(这笔银钱)和 τοῦ σίτου(谷物)两个属格。意为“除去这笔银钱以及(下文要提到的配给用)谷物之外,另有七百塔兰同送来”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.91.1-3.91.4