- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.90.1-3.90.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
描述了大流士设立的二十个管区中的前四个(伊奥尼亚、米西亚、赫勒斯滂和基利家等地区)的具体范围和每年的税贡数额。
ἀπὸ μὲν δὴ Ἰώνων καὶ Μαγνήτων τῶν ἐν τῇ Ἀσίῃ καὶ Αἰολέων καὶ Καρῶν καὶ Λυκίων καὶ Μιλυέων καὶ Παμφύλων (εἷς γὰρ ἦν οἱ1 τεταγμένος οὗτος φόρος) προσήιε τετρακόσια τάλαντα ἀργυρίου. ὁ μὲν δὴ πρῶτος οὗτός οἱ νομὸς κατεστήκεε, ἀπὸ δὲ Μυσῶν καὶ Λυδῶν καὶ Λασονίων καὶ Καβαλέων καὶ Ὑτεννέων πεντακόσια τάλαντα· δεύτερος νομὸς οὗτος.
从亚洲的伊奥尼亚人、马格内西亚人,以及埃奥利斯人、卡里亚人、吕基亚人、米利亚人和潘菲利亚人那里(因为这是为他规定的一项税贡),送来了四百银塔兰同。这确立为他的第一管区。而从米西亚人、吕底亚人、拉索尼亚人、卡巴利亚人和许滕内斯人那里,征收五百塔兰同;这是第二管区。
ἀπὸ δὲ Ἑλλησποντίων τῶν ἐπὶ δεξιὰ ἐσπλέοντι2 καὶ Φρυγῶν καὶ Θρηίκων τῶν ἐν τῇ Ἀσίῃ καὶ Παφλαγόνων καὶ Μαριανδυνῶν καὶ Συρίων ἑξήκοντα καὶ τριηκόσια τάλαντα ἦν φόρος· νομὸς τρίτος οὗτος.
从驶入时右侧的赫勒斯滂人、弗里吉亚人、亚洲的色雷斯人、帕夫拉戈尼亚人、马里安迪尼亚人和叙利亚人那里,税贡为三百六十塔兰同;这是第三管区。
ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα καὶ τριηκόσιοι, ἑκάστης ἡμέρης εἷς γινόμενος,3 καὶ τάλαντα ἀργυρίου πεντακόσια· τούτων δὲ τεσσεράκοντα καὶ ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην χώρην ἀναισιμοῦτο, τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα Δαρείῳ ἐφοίτα· νομὸς τέταρτος οὗτος.
从基利家人那里,征收三百六十匹白马(合每天一匹),以及五百银塔兰同;在这些银子中,有一百四十塔兰同用于驻守基利家地区的骑兵,其余三百六十塔兰同则送交大流士;这是第四管区。
- 3.90.1οἱ
第三人称单数与格代词,意为“为他”(大流士)。与被动分词 τεταγμένος 连用,表示动作的施事者或税贡所归属的利害关系人。
- 3.90.2ἐσπλέοντι
动词 εἰσπλέω(乘船驶入)的现在分词阳性单数与格。这是地理描述中常见的“视角与格”,表示旅行者的视点:“对乘船驶入的人而言(在右侧)”。
- 3.90.3ἑκάστης ἡμέρης εἷς γινόμενος
属格 ἑκάστης ἡμέρης 是表示时间的属格,意为“每天”。尽管分词 γινόμενος 指代前文的复数主语 ἵπποι(马谱),但它采用了单数形式,与分配单数词 εἷς(一匹)一致,表示“每天合一匹”的比例。
