- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.62.1-3.62.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
派往埃及的使者在叙利亚的阿格巴塔纳向坎比西斯传达了斯梅尔迪斯即位的宣告。大惊失色的坎比西斯质问普雷克萨斯佩斯,后者坚称斯梅尔迪斯已死,并建议追回并审问使者。
οἵ τε δὴ ὦν ἄλλοι κήρυκες προηγόρευον ταῦτα καὶ δὴ καὶ ὁ ἐπʼ Αἴγυπτον ταχθείς,1 εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν Ἀγβατάνοισι, προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα ἐκ τοῦ Μάγου.
其他的使者纷纷宣告了这些话,特别是那名被派往埃及的使者,因为他发现坎比西斯和他的军队当时正停留在叙利亚的阿格巴塔纳,于是他站在众人当中,宣告了马基斯所命令的事情。
Καμβύσης δὲ ἀκούσας ταῦτα ἐκ τοῦ κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι2 ἐκ Πρηξάσπεος (πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα Σμέρδιν οὐ ποιῆσαι ταῦτα), βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε Πρήξασπες, οὕτω μοι διεπρήξαο τό τοι προσέθηκα πρῆγμα;
坎比西斯从使者那里听到这些话,相信使者说的是实话,并认为自己被普雷克萨斯佩斯背叛了(因为他以为被派去杀害斯梅尔迪斯的普雷克萨斯佩斯并没有执行任务),于是他注视着普雷克萨斯佩斯说: “普雷克萨斯佩斯,难道这就是你为我办理我交托给你的差事的方式吗?”
ὁ δὲ εἶπε ὦ δέσποτα, οὐκ ἔστι ταῦτα ἀληθέα, ὅκως κοτὲ3 σοὶ Σμέρδις ἀδελφεὸς σὸς ἐπανέστηκε, οὐδὲ ὅκως τι ἐξ ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται ἢ μέγα ἢ σμικρόν· ἐγὼ γὰρ αὐτός, ποιήσας τὰ σύ με ἐκέλευες, ἔθαψά μιν χερσὶ τῇσι ἐμεωυτοῦ.
普雷克萨斯佩斯回答说: “我的主人,您的兄弟斯梅尔迪斯向您起兵反叛,或者由于那个人而给您带来任何大大小小的纷争,这绝非事实。因为我亲自执行了您命令我做的事,并用我自己的双手将他埋葬了。
εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστᾶσι, προσδέκεό τοι καὶ Ἀστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι· εἰ δʼ ἔστι ὥσπερ πρὸ τοῦ, οὐ μή τί τοι ἔκ γε ἐκείνου νεώτερον ἀναβλάστῃ.4 νῦν ὦν μοι δοκέει μεταδιώξαντας5 τὸν κήρυκα ἐξετάζειν εἰρωτεῦντας παρʼ ὅτευ ἥκων προαγορεύει ἡμῖν Σμέρδιος βασιλέος ἀκούειν.
如果现在死人真的能复活,那么您也大可等待米底人阿斯提阿格斯起来反抗您;但如果一切都和以前一样,那么绝不会有任何异变从那个人身上产生而危害到您。因此,现在我认为,我们应当派人追回那名使者并审问他,向他打听他是奉了谁的命令前来,向我们宣告要服从国王斯梅尔迪斯的。”
- 3.62.1ὁ ἐπʼ Αἴγυπτον ταχθείς
带有 γάρ 的插入句(“εὕρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα...”)插在主语“ὁ ἐπʼ Αἴγυπτον ταχθείς”和主动词“προηγόρευε”之间,使主谓结构产生分离。
- 3.62.2ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι
不定式“λέγειν”的逻辑主语是宾格代词“μιν”(指使者),而紧接着的不定式“προδεδόσθαι”的逻辑主语则是主格代词“αὐτός”。使用主格是因为其与主句主语(坎比西斯)一致(主格与不定式结构)。
- 3.62.3ὅκως κοτὲ
这里的“ὅκως”(伊奥尼亚方言,相当于雅典方言的“ὅπως”)并不引导“如何……”的间接疑问句,而是引导表示“……这件事”的名词从句,用以解释前句“οὐκ ἔστι ταῦτα ἀληθέα”的具体内容。
- 3.62.4οὐ μή τί τοι ... νεώτερον ἀναβλάστῃ
双重否定小词“οὐ μή”后接虚拟语气(ἀναβλάστῃ)表示极强的否定预测(绝不会……)。此外,比较级“νεώτερον”(更崭新的事情)在语境中是表示“不祥事态”或“变故”的委婉说法。
- 3.62.4μεταδιώξαντας
宾格复数分词“μεταδιώξαντας”和“εἰρωτεῦντας”用作由无人称句“δοκέει μοι”所支配的不定式“ἐξετάζειν”的逻辑主语。尽管句中存在与格代词“μοι”,但此处由于采用不定式逻辑主语用宾格的常规用法,因而使用了宾格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
