- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.60.1-3.60.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
作者解释了自己详述萨摩斯人的原因,即他们拥有希腊世界中最为宏大的三项伟大工程:尤帕利努斯隧道、港口防波堤以及由罗伊科斯设计的巨型神庙。
ἐμήκυνα δὲ περὶ Σαμίων μᾶλλον, ὅτι σφι τρία ἐστὶ μέγιστα ἁπάντων Ἑλλήνων ἐξεργασμένα, ὄρεός τε ὑψηλοῦ ἐς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς, τούτου ὄρυγμα1 κάτωθεν ἀρξάμενον, ἀμφίστομον.
我之所以对萨摩斯人做较长篇幅的叙述,是因为在所有希腊人中,他们完成了三项最伟大的工程。其一是一座高约一百五十奥尔居亚的高山,在此山中有一条自下而始、两端开通的隧道。
τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ στάδιοι εἰσί,2 τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἑκάτερον πόδες. διὰ παντὸς δὲ αὐτοῦ ἄλλο ὄρυγμα εἰκοσίπηχυ βάθος3 ὀρώρυκται, τρίπουν δὲ τὸ εὖρος, διʼ οὗ τὸ ὕδωρ ὀχετευόμενον διὰ τῶν σωλήνων παραγίνεται ἐς τὴν πόλιν ἀγόμενον ἀπὸ μεγάλης πηγῆς.
隧道的长度为七斯塔德,其高度和宽度各为八英尺。贯穿整条隧道,还挖有另一条深二十库比特、宽三英尺的水道,水由管道输送,从一处巨大的泉源引出,通过该水道流向城市。
ἀρχιτέκτων δὲ τοῦ ὀρύγματος τούτου ἐγένετο Μεγαρεὺς Εὐπαλῖνος Ναυστρόφου. τοῦτο μὲν δὴ ἓν τῶν τριῶν ἐστι, δεύτερον δὲ περὶ λιμένα χῶμα ἐν θαλάσσῃ, βάθος καὶ εἴκοσι ὀργυιέων· μῆκος δὲ τοῦ χώματος μέζον δύο σταδίων.
这条隧道的建筑师是麦加拉人、瑙斯特罗福斯之子尤帕利努斯。这确是三项工程中的第一项;第二项是环绕港口的海中防波堤,其深度达二十奥尔居亚,而防波堤的长度在两斯塔德以上。
τρίτον δέ σφι ἐξέργασται νηὸς μέγιστος πάντων νηῶν τῶν ἡμεῖς ἴδμεν·4 τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο Ῥοῖκος Φιλέω ἐπιχώριος. τούτων εἵνεκεν μᾶλλόν τι περὶ Σαμίων ἐμήκυνα.
第三项是他们建造了一座神庙,这是我们所知道的所有神庙中最大的一座;其最初的建筑师是当地人、菲莱乌斯之子罗伊科斯。由于这些原因,我对萨摩斯人的叙述才稍微长了一些。
- 3.60.1ὄρεός τε ὑψηλοῦ ... τούτου ὄρυγμα
ὄρεος ὑψηλοῦ 是属格,修饰随后的指示代名词 τούτου。在句法上,它作为地方或关系的属格被置于主语 ὄρυγμα(主格)之前,而该主语是三大工程(τρία ἐστὶ ... ἐξεργασμένα)的具体说明之一。
- 3.60.2ἑπτὰ στάδιοι εἰσί
虽然主语 τὸ μὲν μῆκος 是单数,但动词 εἰσί 使用了复数,这是因为受到了复数表语 ἑπτὰ στάδιοι 的吸引同化(attraction)。
- 3.60.2εἰκοσίπηχυ βάθος
βάθος 是表示维度(或方面)的宾格,与形容词 εἰκοσίπηχυ(二十库比特的)连用,表示第二条 channel(ἄλλο ὄρυγμα)的深度。
- 3.60.4τῶν ἡμεῖς ἴδμεν
关系代名词 τῶν 与其先行词 πάντων νηῶν 的属格保持一致。动词 ἴδμεν 是 οἶδα 的爱奥尼亚方言及诗歌体的第一人称复数形式,意为“我们所知道的”或“我们所见过的”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
