← 希罗多德

历史

§3.128.1-3.128.5

巴盖乌斯的计谋与奥罗伊特斯被杀

三十名波斯人自告奋勇接受任务,最终通过抽签选出巴盖乌斯。巴盖乌斯携带着盖有大流士印章的密信前往萨尔迪斯,通过逐步宣读信件测试并瓦解了护卫们的忠诚,最终成功借护卫之手处死了奥罗伊特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.128.1

Δαρεῖος μὲν ταῦτα ἐπειρώτα, τῷ δὲ ἄνδρες τριήκοντα ὑπέστησαν, αὐτὸς ἕκαστος ἐθέλων ποιέειν ταῦτα. ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε1 κελεύων πάλλεσθαι· παλλομένων δὲ λαγχάνει ἐκ πάντων Βαγαῖος ὁ Ἀρτόντεω·

大流士作此询问,有三十个人向他自告奋勇,每个人都希望自己来执行这项任务。由于他们相互争执,大流士便命令他们抽签以平息争端;在抽签时,阿尔同特斯之子巴盖乌斯从所有人中中签。

§3.128.2

λαχὼν δὲ ὁ Βαγαῖος ποιέει τάδε· βυβλία γραψάμενος πολλὰ καὶ περὶ πολλῶν ἔχοντα πρηγμάτων σφρηγῖδά σφι ἐπέβαλε τὴν Δαρείου, μετὰ δὲ ἤιε ἔχων ταῦτα ἐς τὰς Σάρδις.

中签的巴盖乌斯采取了如下行动:他写了许多涉及各种不同事务的信件,并在上面盖了大流士的印章,随后便带着这些信件前往萨尔迪斯。

§3.128.3

ἀπικόμενος δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθών, τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι· γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι· ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία ὁ Βαγαῖος, εἰ ἐνδεξαίατο ἀπόστασιν2 ἀπὸ Ὀροίτεω.

他抵达并来到奥罗伊特斯面前,逐一拆开信件,交给王室书记官去宣读;因为所有的总督都配有王室书记官。巴盖乌斯递交这些信件,是为了测试那些贴身护卫,看他们是否会接受背叛奥罗伊特斯。

§3.128.4

ὁρέων δὲ σφέας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως, διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε· ὦ Πέρσαι, βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν3 Ὀροίτεα. οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς.

看到他们极其敬重这些信件,并且更加敬重信中所读出的内容,巴盖乌斯便递上另一封信,其中写有以下字句: “波斯人啊,大流士国王禁止你们为奥罗伊特斯当护卫。” 他们听了这话,便为他放下手中的长枪。

§3.128.5

ἰδὼν δὲ τοῦτο σφέας ὁ Βαγαῖος πειθομένους τῷ βυβλίῳ, ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ, ἐν τῷ ἐγέγραπτο βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτεα. οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα, σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν, οὕτω δὴ Ὀροίτεα τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες4 μετῆλθον.

巴盖乌斯见他们服从了这封信,终于放胆将最后一封信交给书记官,信中写道: “大流士国王命令在萨尔迪斯的波斯人杀死奥罗伊特斯。” 护卫们一听到这话,便拔出短剑,当场将他杀死。就这样,对萨摩斯人波留克拉特斯的复仇,终于降临到波斯人奥罗伊特斯身上。

语法注4 条
  1. 3.128.1ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε

    未完成过去时动词 κατελάμβανε(制止、平息)表示制止正在进行或反复发生的动作(此处指三十人争相要求执行任务的状态)。现在分词 ἐρίζοντας 用作宾语,表示“正在争执中的他们”。

  2. 3.128.3εἰ ἐνδεξαίατο ἀπόστασιν

    连词 εἰ 引导一个依附于主句历史时态(此处为未完成过去时 ἐδίδου)的间接疑问句,意为“是否”。动词 ενδεξαίατο 是爱奥尼亚方言的第三人称复数希求语气中动态(相当于雅典方言的 ἐνδέξαιντο),属于历史时态后的斜格希求语气(optative of indirect discourse)。

  3. 3.128.4ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν

    在希腊语语法中,表示阻碍或禁止的动词(此处为 ἀπαγορεύω)其后的不定式常常带有一个冗余的否定词 μή。在翻译时,不应将其理解为双重否定(即“禁止你们不当护卫”),而应直接译为单一的禁止(即“禁止你们当护卫”)。

  4. 3.128.5Πολυκράτεος τοῦ Σαμίου τίσιες

    主语 τίσιες 是 τίσις(复仇、惩罚)的复数形式,Πολυκράτεος τοῦ Σαμίου 为其宾格性属格。使用复数形式可能暗示复仇的多重性、执拗性,或是对拟人化的复仇女神们的隐喻。动词 μετῆλθον 意为“追上、降临于”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.128.1-3.128.5