← 希罗多德

历史

§3.129.1-3.129.3

大流士足部受伤与召见名医德莫凯德斯

在奥罗伊特斯的财产运抵苏萨后不久,大流士国王扭伤了脚,埃及医生的错误治疗使病情恶化。大流士听闻在奥罗伊特斯的奴隶中有一位名医德莫凯德斯,便派人将其召来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.129.1

ἀπικομένων δὲ καὶ ἀνακομισθέντων τῶν Ὀροίτεω χρημάτων ἐς τὰ Σοῦσα, συνήνεικε χρόνῳ οὐ πολλῷ ὕστερον βασιλέα Δαρεῖον ἐν ἄγρῃ θηρῶν ἀποθρώσκοντα ἀπʼ ἵππου στραφῆναι1 τὸν πόδα.

在奥罗伊特斯的财产运抵并送达苏萨之后,不久便发生了一件事:大流士国王在狩猎野兽时从马上跳下,扭伤了脚。

§3.129.2

καί κως ἰσχυροτέρως ἐστράφη· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησε ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν Αἰγυπτίων τοὺς δοκέοντας εἶναι πρώτους τὴν ἰητρικήν,2 τούτοισι ἐχρᾶτο. οἳ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μέζον ἐργάζοντο.

而且扭伤得相当严重,因为他的踝骨脱出了关节。大流士此前一直认为自己身边留用着被视为医术第一等的埃及人,于是便任用他们。然而,他们通过扭动和强力拉扯他的脚,反而使病情更加恶化。

§3.129.3

ἐπʼ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίῃσι εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως,3 παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρʼ ἑωυτὸν ἐκέλευσε· τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσι Ὀροίτεω ἀνδραπόδοισι ὅκου δὴ ἀπημελημένον, παρῆγον ἐς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσι ἐσθημένον.

整整七天七夜,大流士因眼前的病痛而深受失眠之苦。到了第八天,在他的身体状况极其糟糕时,有人曾先前在萨尔迪斯偶然听闻过克罗同人德莫凯德斯的医术,便向大流士禀报。大流士随即下令以最快的速度将他带到自己面前。当人们在奥罗伊特斯的奴隶中找到了被遗忘在某处的他时,便将他带到了大厅中央,当时他正拖着镣铐,身穿破烂的衣服。

语法注3 条
  1. 3.129.1συνήνεικε... στραφῆναι

    不定式带宾格结构“βασιλέα Δαρεῖον... στραφῆναι”作为无人称动词“συνήνεικε”(συμφέρω 的不定过去时,意为“发生”)的主语。

  2. 3.129.2Αἰγυπτίων τοὺς δοκέοντας εἶναι πρώτους τὴν ἰητρικήν

    “Αἰγυπτίων” 是部分属格,修饰名词化的分词“τοὺς δοκέοντας”。“τὴν ἰητρικήν” 是关系宾格,修饰形容词“πρώτους”,意为“在医术方面第一”。

  3. 3.129.3ἔχοντί οἱ φλαύρως

    “ἔχω” 连用副词“φλαύρως”(糟糕地)表示“处于某种状态”。人称代词与格“οἱ”是与分词“ἔχοντι”相关联的关系与格,整句作为一个时间性的与格短语,意为“当他处于糟糕的状态时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.129.1-3.129.3