- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.127.1-3.127.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
大流士夺取政权后企图报复奥罗伊特斯,但他决定不直接派兵,而是寻求用智慧解决,并召集波斯名流去活捉或杀掉奥罗伊特斯。
Δαρεῖος δὲ ὡς ἔσχε τὴν ἀρχήν, ἐπεθύμεε τὸν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων εἵνεκεν καὶ μάλιστα Μιτροβάτεω καὶ τοῦ παιδός. ἐκ μὲν δὴ τῆς ἰθέης στρατὸν ἐπʼ αὐτὸν οὐκ ἐδόκεε1 πέμπειν ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων,2 καὶ νεωστὶ ἔχων τὴν ἀρχὴν καὶ τὸν Ὀροίτεα μεγάλην τὴν ἰσχὺν πυνθανόμενος ἔχειν· τὸν χίλιοι μὲν Περσέων ἐδορυφόρεον, εἶχε δὲ νομὸν τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν.
当大流士夺取政权后,他渴望因奥罗伊特斯所犯的一切罪行,尤其是对米特罗巴特斯及其儿子的罪行,向他进行报复。然而,由于国内局势仍动荡不安,且自己刚刚掌握政权,同时又听说奥罗伊特斯拥有强大的力量,大流士认为不宜直接派兵去讨伐他;因为奥罗伊特斯有千名波斯人充当贴身护卫,并统治着弗里吉亚、吕底亚和爱奥尼亚等行省。
πρὸς ταῦτα δὴ ὦν ὁ Δαρεῖος τάδε ἐμηχανήσατο. συγκαλέσας Περσέων τοὺς δοκιμωτάτους ἔλεγέ σφι τάδε. ὦ Πέρσαι, τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε3 σοφίῃ καὶ μὴ βίῃ τε καὶ ὁμίλῳ; ἔνθα γὰρ σοφίης δέει, βίης ἔργον οὐδέν·
于是,大流士策划了如下计谋。他召集了波斯人中最有声望的名流,对他们说道: “波斯人啊,你们之中有谁能为我承担这项任务,用智慧而不是用武力和人海去完成它?因为在需要智慧的地方,武力毫无用武之地。
ὑμέων δὲ ὦν τίς μοι Ὀροίτεα ἢ ζώοντα ἀγάγοι ἢ ἀποκτείνειε; ὃς ὠφέλησε μέν κω Πέρσας οὐδέν, κακὰ δὲ μεγάλα ἔοργε· τοῦτο μὲν δύο ἡμέων ἠίστωσε, Μιτροβάτεά τε καὶ τὸν παῖδα αὐτοῦ, τοῦτο δὲ4 τοὺς ἀνακαλέοντας αὐτὸν καὶ πεμπομένους ὑπʼ ἐμεῦ κτείνει, ὕβριν οὐκ ἀνασχετὸν φαίνων. πρίν τι ὦν μέζον ἐξεργάσασθαί μιν Πέρσας κακόν, καταλαμπτέος ἐστὶ ἡμῖν θανάτῳ.
那么,你们之中有谁能为我把奥罗伊特斯活捉过来,或者把他杀掉?他未曾给波斯人带来任何益处,反而犯下了巨大的恶行:一方面,他消灭了我们之中的两个人,即米特罗巴特斯和他的儿子;另一方面,他杀害了我派去传唤他的使者,显露出无法容忍的狂妄。因此,在他给波斯人带来更大的灾祸之前,我们必须用死刑将他制服。”
- 3.127.1οὐκ ἐδόκεε
无人称动词 δοκεῖ(意为“似乎最好”)的未完成过去时形式加上否定词 οὐκ,支配不定式 πέμπειν,表示一种经过权衡的决定,即“他认为不宜派兵”。
- 3.127.1ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων
连词 ἅτε(因为、由于)引导属格独立分词结构(οἰδεόντων τῶν πρηγμάτων),表明客观且显而易见的原因。动词 οἰδέω(膨胀、肿胀)在此处是比喻用法,形容国家局势动荡不安、处于动乱状态。
- 3.127.2τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε
小词 ἄν 与希求语气动词(ἐπιτελέσειε)结合,构成潜在希求语气,表示一种委婉的呼吁或可能性(“谁能……完成?”),而非直接命令。分词 ὑποστὰς(承担)表示在主句动作之前发生或作为实现主句动作的手段。
- 3.127.3τοῦτο μὲν ... τοῦτο δὲ
希罗多德著作中常用的一种副词性宾格句式,用于表示并列关系,意为“一方面……另一方面……”,以此对比并列举奥罗伊特斯恶行的具体实例。
