- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.125.1-3.125.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
波吕克拉特斯不顾劝告前往奥罗伊特斯处,却在马格内西亚惨遭杀害并被钉上十字架。由此,他女儿梦中见到的不祥预言完全得到了应验。
Πολυκράτης δὲ πάσης συμβουλίης ἀλογήσας ἔπλεε παρὰ τὸν Ὀροίτεα, ἅμα ἀγόμενος ἄλλους τε πολλοὺς τῶν ἑταίρων, ἐν δὲ δὴ καὶ Δημοκήδεα τὸν Καλλιφῶντος Κροτωνιήτην ἄνδρα, ἰητρόν τε ἐόντα καὶ τὴν τέχνην ἀσκέοντα ἄριστα τῶν κατʼ ἑωυτόν.
波吕克拉特斯置一切劝告于不顾,乘船前往奥罗伊特斯处,随同他一起去的还有他的许多同伴,其中特别包括卡利丰之子、克罗托那人德摩凯德斯,他是一位医生,在其同代人中医术最为精湛。
ἀπικόμενος δὲ ἐς τὴν Μαγνησίην ὁ Πολυκράτης διεφθάρη κακῶς, οὔτε ἑωυτοῦ ἀξίως οὔτε τῶν ἑωυτοῦ φρονημάτων· ὅτι γὰρ μὴ1 οἱ Συρηκοσίων γενόμενοι τύραννοι οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιος ἐστὶ Πολυκράτεϊ μεγαλοπρεπείην συμβληθῆναι.
波吕克拉特斯到达马格内西亚后,极其悲惨地死去,这既不配他的身份,也配不上他的宏图大志。因为除了那些成为叙拉古僭主的人之外,其他希腊僭主中没有一个人的显赫能与波吕克拉特斯相比。
ἀποκτείνας δέ μιν οὐκ ἀξίως ἀπηγήσιος2 Ὀροίτης ἀνεσταύρωσε· τῶν δέ οἱ ἑπομένων ὅσοι μὲν ἦσαν Σάμιοι, ἀπῆκε, κελεύων σφέας ἑωυτῷ χάριν εἰδέναι ἐόντας ἐλευθέρους, ὅσοι δὲ ἦσαν ξεῖνοί τε καὶ δοῦλοι τῶν ἑπομένων, ἐν ἀνδραπόδων λόγῳ ποιεύμενος εἶχε.
奥罗伊特斯用一种不堪言状的方式杀害了他,并将其钉在十字架上;在波吕克拉特斯的随从之中,凡是萨摩斯人,他都予以释放,并要他们因获得自由而对他感恩戴德;而随从之中凡是外邦人和奴隶,他都当作奴隶扣留了下来。
Πολυκράτης δὲ ἀνακρεμάμενος ἐπετέλεε πᾶσαν τὴν ὄψιν τῆς θυγατρός· ἐλοῦτο μὲν γὰρ ὑπὸ τοῦ Διὸς ὅκως ὕοι, ἐχρίετο δὲ ὑπὸ τοῦ ἡλίου, ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα.3
悬挂在空中的波吕克拉特斯完全应验了他女儿的梦兆:每当降雨时,他就被宙斯沐浴;而由于他自己从身体中排出水分,他就被太阳涂抹了油脂。
- 3.125.2ὅτι γὰρ μὴ
短语 ὅτι μὴ(中间插入了小词 γάρ)是一个惯用表达,意为“除了……之外(except)”。
- 3.125.3οὐκ ἀξίως ἀπηγήσιος
意为“以不配叙述的方式”,表示他被杀害的方式极其残忍或难以启齿,无法详细描述。
- 3.125.4ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα
分词短语,意为“他自己从身体中排出水分(汗液或油脂)”。这被解释为对应他女儿梦中“被太阳涂抹油脂(χρίεσθαι δὲ ὑπὸ τοῦ ἡλίου)”的现实图景(即尸体在烈日下暴晒渗出油汗)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
