- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.122.1-3.122.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
在提及波吕克拉特斯之死的两种说法后,文中说明了他在历史世代中作为首位企图夺取海上霸权者的地位,并介绍了总督奥罗伊特斯向其致信、以提供财产为条件寻求庇护的内容。
αἰτίαι μὲν δὴ αὗται διφάσιαι λέγονται τοῦ θανάτου τοῦ Πολυκράτεος γενέσθαι, πάρεστι δὲ πείθεσθαι ὁκοτέρῃ τις βούλεται1 αὐτέων. ὁ δὲ ὦν Ὀροίτης ἱζόμενος ἐν Μαγνησίῃ τῇ ὑπὲρ Μαιάνδρου ποταμοῦ οἰκημένῃ ἔπεμπε Μύρσον τὸν Γύγεω ἄνδρα Λυδὸν ἐς Σάμον ἀγγελίην φέροντα, μαθὼν τοῦ Πολυκράτεος τὸν νόον.
关于波吕克拉特斯之死,流传着这两种不同的原因,人们可以自由选择相信其中任何一种。且说,当时驻扎在迈安德罗斯河上游的马格内西亚的奥罗伊特斯,在察觉到波吕克拉特斯的意图后,便派居格斯之子、吕底亚人米尔索斯携带口信前往萨摩斯。
Πολυκράτης γὰρ ἐστὶ πρῶτος τῶν ἡμεῖς ἴδμεν Ἑλλήνων ὃς θαλασσοκρατέειν ἐπενοήθη, πάρεξ Μίνωός τε τοῦ Κνωσσίου καὶ εἰ δή τις ἄλλος πρότερος τούτου ἦρξε τῆς θαλάσσης· τῆς δὲ ἀνθρωπηίης λεγομένης γενεῆς2 Πολυκράτης πρῶτος, ἐλπίδας πολλὰς ἔχων Ἰωνίης τε καὶ νήσων ἄρξειν.
因为波吕克拉特斯是我们在所知道的希腊人中,第一个企图夺取海上霸权的人,除了克诺索斯的米诺斯,以及在他之前可能统治过海洋的其他什么人之外;但在所谓的“人类世代”中,波吕克拉特斯则是第一人,他对统治伊奥尼亚和群岛寄予了极大的期望。
μαθὼν ὦν ταῦτά μιν διανοεύμενον3 ὁ Ὀροίτης πέμψας ἀγγελίην ἔλεγε τάδε. Ὀροίτης Πολυκράτεϊ ὧδε λέγει. πυνθάνομαι ἐπιβουλεύειν σε πρήγμασι μεγάλοισι, καὶ χρήματά τοι οὐκ εἶναι κατὰ τὰ φρονήματα. σύ νυν ὧδε ποιήσας ὀρθώσεις μὲν σεωυτόν, σώσεις δὲ καὶ ἐμέ· ἐμοὶ γὰρ βασιλεὺς Καμβύσης ἐπιβουλεύει θάνατον, καί μοι τοῦτο ἐξαγγέλλεται σαφηνέως.
奥罗伊特斯既然得知他有此意图,便派使者送信去说: “奥罗伊特斯对波吕克拉特斯如此说:我听说你正策划宏图大业,但你的财力却与你的雄心不相称。现在你若照此办理,不仅能重振自身,也能挽救我;因为冈比西斯国王正阴谋置我于死地,这一点我已经得到了确切的消息。
σύ νυν ἐμὲ ἐκκομίσας αὐτὸν καὶ χρήματα,4 τὰ μὲν αὐτῶν αὐτὸς ἔχε, τὰ δὲ ἐμὲ ἔα ἔχειν· εἵνεκέν τε χρημάτων ἄρξεις ἁπάσης τῆς Ἑλλάδος. εἰ δέ μοι ἀπιστέεις τὰ περὶ τῶν χρημάτων, πέμψον ὅστις τοι πιστότατος τυγχάνει ἐών,5 τῷ ἐγὼ ἀποδέξω.
因此,你若能将我和我的财产营救出去,你可以自己保留其中一部分,其余的则留给我;凭借这笔财产,你将统治整个希腊。如果你对我关于财产的话有所怀疑,就派一个你最信任的人来,我将把财产展示给他看。”
- 3.122.1ὁκοτέρῃ τις βούλεται
与格关系代词 ὁκοτέρῃ 用作动词 πείθεσθαι(相信、服从)的宾语,意为“(在它们之中)无论哪一个”,受属格 αὐτέων 的限定。
- 3.122.2τῆς δὲ ἀνθρωπηίης λεγομένης γενεῆς
部分属格或用于比较的属格,修饰具有最高级含义的形容词 πρῶτος(第一人)。它指的是有历史记载的“人类世代”,以区别于神话时代(如米诺斯)。
- 3.122.3μαθὼν ὦν ταῦτά μิน διανοεύμενον
动词分词 μαθών(得知)带宾语代词 μιν(他,指波吕克拉特斯)和补充性分词 διανοεύμενον(意图),构成“得知他正意图这些事”的结构。
- 3.122.4ἐκκομίσας αὐτὸν καὶ χρήματα
代词 αὐτόν 用作强调代词,修饰前面的 ἐμέ(我),因此整个短语 ἐμὲ αὐτὸν καὶ χρήματα 意为“我本人以及财产”,作为分词 ἐκκομίσας 的宾语。
- 3.122.4ὅστις τοι πιστότατος τυγχάνει ἐών
动词 τυγχάνω 与补充性分词(此处为 ἐών)连用,表示“碰巧是”或“实际上是”。τοι 是利害与格或所有与格(对你而言/你的)。
