- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.8.1-2.8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
描述了从赫里奥波里斯向上的埃及狭长地形,其东西两侧分别受限于阿拉伯山脉和利比亚山脉,并详细说明了这两座山脉的特征以及最窄处的宽度。
ἀπὸ δὲ Ἡλίου πόλιος ἄνω ἰόντι1 στεινή ἐστι Αἴγυπτος. τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται, φέρον ἀπʼ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον, αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν· ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι. ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος· τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον,2 ὡς ἐγὼ ἐπυνθανόμην, δύο μηνῶν αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην, τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι.
从赫里奥波里斯继续向上走,埃及的国土变得狭窄。因为在一侧,阿拉伯的山脉并列延伸,自北向南(及正南)方向延伸,一直向上延伸到所谓的红海。在这座山中,有为孟斐斯的金字塔开采石料的采石场。在这个地方,山脉终止并转向刚才所说的方向。而在它自身最长的地方,据我探听,自东向西需要两个月的旅程,且其东端的边界产乳香。
τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτο ἐστί, τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει, ἐν τῷ αἱ πυραμίδες ἔνεισι, ψάμμῳ κατειλυμένον, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα.
至于这座山就是这样的;而在埃及临近利比亚的一侧,延伸着另一座多石的山,金字塔就在其中,它被沙土所覆盖,延伸的方向与阿拉伯山脉向南延伸的部分相同。
τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου,3 ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος, ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ, στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι, τῇ στεινότατον ἐστί, διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον. τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτος ἐστί. πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω.
因此,从赫里奥波里斯往上,对埃及而言不再是宽阔的土地,在乘船逆流而上约十四天的航程里,埃及是狭窄的,在上述两山之间的土地是一片平原。在它最狭窄的地方,在我看来,从阿拉伯山到所谓的利比亚山,距离不超过两百斯塔迪翁。从那里起,埃及再次变得宽阔。那么,这个地方的自然状况便是如此。
- 2.8.1ἄνω ἰόντι
与格现在分词,用作表示关系或视点的与格(dative of reference),常用于地理描述中以指示旅行者的视角(“对于向上走的人而言”)。
- 2.8.1αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον
反身代词属格与最高级的结合,表示“在它自身最……的(地方/时候)”。此处指该山脉自身长度最长的地方。
- 2.8.3ὡς εἶναι Αἰγύπτου
带有 ὡς 的限制性不定式结构,意为“就埃及的规模而言”。Αἰγύπτου 为表示关系或限定的属格。
