- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.73.1-2.73.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
作者描述了埃及神鸟凤凰的外观,以及它将死去的父亲包裹在没药蛋中运往赫利奥波利斯太阳神殿的传说。
ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱρός, τῷ οὔνομα φοῖνιξ.1 ἐγὼ μέν μιν οὐκ εἶδον εἰ μὴ ὅσον γραφῇ·2 καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ σφι, διʼ ἐτέων, ὡς Ἡλιοπολῖται λέγουσι, πεντακοσίων·
还有另一种神圣的鸟,名叫凤凰。我本人除了在画中之外没有见过它;因为正如赫利奥波利斯人所说,它确实很少造访他们,每隔五百年才来一次。
φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ ὁ πατήρ. ἔστι δέ, εἰ τῇ γραφῇ παρόμοιος, τοσόσδε καὶ τοιόσδε· τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν τὰ δὲ ἐρυθρὰ ἐς τὰ μάλιστα· αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος.
他们说,只有当它的父亲去世时,它才会来。如果它像画中那样,它就有这样的大小和这样的外观:它的一部分羽毛是金色的,其他部分则极红;在轮廓和大小上,它最像一只鹰。
τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες· ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ, κομίζειν δὲ οὕτω· πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν, μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα, ἐπεὰν δὲ ἀποπειρηθῇ,3 οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι, σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατʼ ὅ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα·4 ἐσκειμένου δὲ τοῦ πατρὸς5 γίνεσθαι τὠυτὸ βάρος· ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπʼ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν. ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν.
他们说,这只鸟会做以下的事情——虽然他们对我说的话对我而言是不可信的:它从阿拉伯出发,将父亲包裹在没药中,送到太阳神殿,并将其埋葬在太阳神殿里。它是这样运送的:首先,它用没药塑成一个它能搬动那么大的蛋,然后试着搬运它;试运完之后,它就在蛋上挖一个洞,把父亲放进去,然后用其他的没药把蛋上为了放进父亲而挖空的部分封上;当父亲被放进去后,重量就变得和以前一样了;封好之后,它就把它送到埃及的太阳神殿。他们说这只鸟做的是这些事。
- 2.73.1τῷ οὔνομα φοῖνιξ
意为“对其而言名字是凤凰”。τῷ 是表示占有的与格(起关系/指示代词作用),οὔνομα 是主格。
- 2.73.1εἰ μὴ ὅσον γραφῇ
意为“除了在画中(所绘的)程度之外”。γραφῇ 是名词 γραφή 的单数与格,表示手段或地点。
- 2.73.4ἀποπειρηθῇ
动词 ἀποπειράομαι 的虚拟式不定过去时被动语态(异态动词)。与接续词 ἐπεάν 连用,在时间从句中表示将来完成(“当它试运完之后”)。
- 2.73.4κατʼ ὅ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα
κατʼ ὅ τι 是关系词短语。部分属格 τοῦ ᾠοῦ(蛋的)修饰关系代词 ὅ τι,表示“在蛋的、他挖空并放入父亲的那一部分”。
- 2.73.4ἐσκειμένου δὲ τοῦ πατρός
属格独立结构。ἐσκειμένου 是动词 εἰσκέομαι(放进、置于内)的完成时中被动分词属格,意为“当父亲被放进去时”。
