← 希罗多德

历史

§2.68.1-2.68.5

鳄鱼的生理习性及与水鸟的共生关系

描述鳄鱼的生态习性、独特身体特征(如无舌且移动上颚),以及它与为其清理口中水蛭的鸻鸟之间的共生关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.68.1

τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε. τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν, ἐὸν δὲ τετράπουν1 χερσαῖον καὶ λιμναῖον ἐστί. τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει, καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ, τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ· θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου.

鳄鱼的习性如下。在最寒冷的四个月里,它什么也不吃;它虽是四足动物,却既属于陆地,又属于水域。因为它在陆地上产卵并孵化,白天的大部分时间在干燥的陆地上度过,而整夜都在河里;因为河水确实比户外的空气和露水更温暖。

§2.68.2

πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν2 τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται· τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει, καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται, αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι.

在我们所知的一切凡尘生物中,唯有这一种能从小小的起点长到最大。因为它产的卵并不比鹅蛋大多少,孵出的幼雏也与卵的大小相称,但随着生长,它能达到十七腕尺甚至更长。

§2.68.3

ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός, ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος. γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε,3 οὐδὲ κινέει τὴν κάτω γνάθον, ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω.

它长着猪一样的眼睛,牙齿很大,且长有与身体相称的獠牙。它是野兽中唯一没有舌头的,也不移动下颚,相反,这同样是野兽中独一无二的,它将上颚合向下一颚。

§2.68.4

ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου. τυφλὸν δὲ ἐν ὕδατι, ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον. ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον, τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων. τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν, ὁ δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ·4 ἐπεὰν γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος καὶ ἔπειτα χάνῃ (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον), ἐνθαῦτα ὁ τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας· ὁ δὲ ὠφελεύμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον.

它还长着强壮的爪子,背部有无法破开的鳞甲。它在水中视力全无,但在户外却极其敏锐。由于它在水中生活,它的口中完全长满了水蛭。因此,其他所有的鸟类和兽类都避开它,唯独鸻鸟与它相安无事,因为鸻鸟能从它那里得到好处;因为每当鳄鱼从水中爬上陆地,然后张开大嘴(它通常习惯迎着西风这样做),这时鸻鸟就会钻进它的嘴里,吞食那些水蛭。而得到好处的鳄鱼感到很高兴,绝不会伤害鸻鸟。

语法注4 条
  1. 2.68.1ἐὸν δὲ τετράπουν

    ἐόν 是 εἰμί 的现在分词中性单数主格(爱奥尼亚方言)。在此用作让步分词(“虽然它是四足动物”),修饰主句中省略的主语。

  2. 2.68.2πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν

    关系代词 τῶν 因受先行词 θνητῶν 的属格吸引而同格(关系代词吸引)。ἴδμεν 是 οἶδα 的第一人称复数完成时(爱奥尼亚方言/诗歌体,相当于 ἴσμεν / οἴδαμεν)。整个属格短语表示部分属格,界定范围(“在我们所知的一切凡尘生物中”)。

  3. 2.68.3μοῦνον θηρίων οὐκ ἔφυσε

    ἔφυσε 是 φύω(生长、使产生)的无定过去时。此处既可以作为及物动词,以自然为隐形主语(“自然没有让它长出……”),也可以鳄鱼为主语(“它没有长出舌头”)。θηρίων 是部分属格,修饰形容词 μοῦνον(“野兽中唯一的”)。

  4. 2.68.4ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ

    连词 ἅτε 连同分词表示基于客观事实的原因(“因为”、“既然”)。现在被动分词与格 ὠφελεομένῳ 与前文的与格代词 οἱ 一致。代词 οἱ 指代鸻鸟,表示其“从它(鳄鱼,即 πρὸς αὐτοῦ)那里”获得好处,从而解释了两者和平共处的原因。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.68.1-2.68.5