← 希罗多德

历史

§2.64.1-2.64.2

神殿内禁绝交合与参拜前的净身规矩

作者解释说,埃及人是最早确立禁止在神殿内交合以及交合后未清洗不得入内规则的人,并批评了其他以动物行为为由而允许这种行为的民族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.64.1

καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι1 οὗτοι εἰσὶ οἱ πρῶτοι θρησκεύσαντες. οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι, πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων, μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν, νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα· καὶ γὰρ τὰ ἄλλα κτήνεα ὁρᾶν2 καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι· εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον, οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν.3 οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά·

此外,规定在神殿中不得与妇女交合,以及与妇女交合后未洗净身体不得进入神殿,他们是最先将此作为宗教禁忌来遵守的人。因为除了埃及人和希腊人之外,几乎所有其他的人都在神殿里交合,并且在与妇女同房后未洗净便进入神殿,认为人类就像其他野兽一样;因为他们确实看到其他野兽和各种鸟类在神明的神殿和圣域中交配。因此,如果这件事不为神所喜,野兽们也就不会这样做了。如今,他们用这样的理由辩解,做着我绝不能赞同的事。

语法注3 条
  1. 2.64.1τὸ μὴ μίσγεσθαι... ἐσιέναι

    句首带有冠词的不定式短语作为后续分词 θρησκεύσαντες(“作为宗教禁忌遵守”)的宾语。

  2. 2.64.2ὁρᾶν

    间接引语中的不定式,承接前文的 νομίζοντες(或其所指代的想法),用以表明他们观点的依据。

  3. 2.64.2εἰ ὦν εἶναι... οὐκ ἂν... ποιέειν

    间接引语中的条件句。直陈语气中的虚拟条件句或潜在条件句受间接引语影响,条件从句的动词(εἶναι)和主句的动词(带 ἄν 的 ποιέειν)均转化为不定式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.64.1-2.64.2