- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.63.1-2.63.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
记述在帕普雷米斯举行的战神祭典中用木棒进行的激烈打斗仪式,以及关于该仪式起源的当地战神神话。
ἐς δὲ Ἡλίου τε πόλιν καὶ Βουτοῦν θυσίας μούνας ἐπιτελέουσι φοιτέοντες. ἐν δὲ Παπρήμι θυσίας μὲν καὶ ἱρὰ κατά περ καὶ τῇ ἄλλῃ ποιεῦσι· εὖτʼ ἂν δὲ γίνηται καταφερὴς ὁ ἥλιος, ὀλίγοι μὲν τινὲς τῶν ἱρέων περὶ τὤγαλμα πεπονέαται,1 οἱ δὲ πολλοὶ αὐτῶν ξύλων κορύνας ἔχοντες ἑστᾶσι τοῦ ἱροῦ ἐν τῇ ἐσόδῳ, ἄλλοι τε εὐχωλὰς ἐπιτελέοντες πλεῦνες χιλίων ἀνδρῶν, ἕκαστοι ἔχοντες ξύλα καὶ οὗτοι, ἐπὶ τὰ ἕτερα ἁλέες ἑστᾶσι.
至于到赫利奥波利斯和布托,他们前往那里仅仅是举行牺牲祭。但在帕普雷米斯,他们也像在其他地方一样举行牺牲祭和神圣的仪式;然而当太阳西下时,少数的一些祭司在神像周围忙碌,而他们中的大多数人手持木棒,站在神殿的入口处,另有许愿的其他男子,一千多人,他们也各自拿着木棒,聚集在另一侧站着。
τὸ δὲ ἄγαλμα ἐὸν ἐν νηῷ μικρῷ ξυλίνῳ κατακεχρυσωμένῳ προεκκομίζουσι τῇ προτεραίῃ ἐς ἄλλο οἴκημα ἱρόν. οἱ μὲν δὴ ὀλίγοι οἱ περὶ τὤγαλμα λελειμμένοι ἕλκουσι τετράκυκλον ἅμαξαν ἄγουσαν τὸν νηόν τε καὶ τὸ ἐν τῷ νηῷ ἐνεὸν ἄγαλμα, οἳ δὲ οὐκ ἐῶσι2 ἐν τοῖσι προπυλαίοισι ἑστεῶτες ἐσιέναι, οἱ δὲ εὐχωλιμαῖοι τιμωρέοντες τῷ θεῷ παίουσι αὐτοὺς ἀλεξομένους.
至于那尊安放在镀金木质小神龛里的神像,他们在前一天就预先将其抬到另一个神圣的殿堂中。于是,留在神像周围的少数人便拉着一辆四轮车,车上载着神龛以及神龛内的神像;但那些守在门前的人却不准他们进入,于是那些许愿的人为了援助神明,便殴打这些自卫的人。
ἐνθαῦτα μάχη ξύλοισι καρτερὴ γίνεται κεφαλάς τε συναράσσονται, καὶ ὡς ἐγὼ δοκέω πολλοὶ καὶ ἀποθνήσκουσι ἐκ τῶν τρωμάτων· οὐ μέντοι οἵ γε Αἰγύπτιοι ἔφασαν ἀποθνήσκειν οὐδένα.
在这里,一场用木棒进行的惨烈搏斗便开始了,他们互相打破脑袋,并且依我之见,许多人还因伤重而死;然则埃及人自己却声称没有任何人因此丧生。
τὴν δὲ πανήγυριν ταύτην ἐκ τοῦδε νομίσαι φασὶ οἱ ἐπιχώριοι· οἰκέειν ἐν τῷ ἱρῷ τούτῳ τοῦ Ἄρεος τὴν μητέρα, καὶ τὸν Ἄρεα ἀπότροφον γενόμενον ἐλθεῖν ἐξανδρωμένον ἐθέλοντα τῇ μητρὶ συμμῖξαι, καὶ τοὺς προπόλους τῆς μητρός, οἷα οὐκ ὀπωπότας αὐτὸν πρότερον, οὐ περιορᾶν παριέναι ἀλλὰ ἀπερύκειν, τὸν δὲ ἐξ ἄλλης πόλιος ἀγαγόμενον3 ἀνθρώπους τούς τε προπόλους τρηχέως περισπεῖν καὶ ἐσελθεῖν παρὰ τὴν μητέρα. ἀπὸ τούτου τῷ Ἄρεϊ ταύτην τὴν πληγὴν ἐν τῇ ὁρτῇ νενομικέναι φασί.
当地人说,这个大祭之所以成为习俗,是由于以下原因:战神的母亲居住在这座神殿里,而在别处长大的战神,在成年后前来,想要与母亲相见,但他母亲的仆人们因为以前从未见过他,便不容许他进去,而是将他驱逐;于是,他从另一个城市带人来,粗暴地对待了那些仆人,并进到了母亲那里。他们说,因此在节日里为了战神而进行这一场打斗便成为了习俗。
- 2.63.1πεπονέαται
动词 πονέομαι(或 πονέω)在伊奥尼亚方言中的完了中被动态第三人称复数形式,相当于雅典方言的 πεπόνηνται。词尾 -αται 是伊奥尼亚方言中在辅音词干或部分元音词干后的特征。
- 2.63.2οἳ δὲ οὐκ ἐῶσι
带有 δέ 的阳性复数主格关系代词 οἵ 用作指示代词(“而他们”)。在语境中,它指代前文附近的入口处的“大多数人”(οἱ πολλοὶ αὐτῶν),与拉车的“少数人”(οἱ μὲν δὴ ὀλίγοι)形成对比。
- 2.63.4ἀγαγόμενον
动词 ἄγω 的不定过去时中动相分词(阳性单数宾格),修饰间接引语的不定式主语 τὸν δὲ(指代战神)。中动相(ἀγαγόμενον)表达了“(为了自己、作为自己的助手而)带去”的主动性或利己性含义。
