- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.62.1-2.62.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
记述了在塞斯举行的“点灯祭”中人们点燃盐油灯火的习俗,以及未到场的人也在全埃及同步点灯的习惯。
ἐς Σάιν δὲ πόλιν ἐπεὰν συλλεχθέωσι, τῆς θυσίης1 ἐν τῇ νυκτὶ λύχνα καίουσι πάντες πολλὰ ὑπαίθρια περὶ τὰ δώματα κύκλῳ· τὰ δὲ λύχνα ἐστὶ ἐμβάφια ἔμπλεα ἁλὸς καὶ ἐλαίου, ἐπιπολῆς δὲ ἔπεστι αὐτὸ τὸ ἐλλύχνιον, καὶ τοῦτο καίεται παννύχιον, καὶ τῇ ὁρτῇ οὔνομα κέεται λυχνοκαΐη.
当他们聚集在塞斯城时,在牺牲祭的夜晚,所有人都绕着房子在户外点燃许多灯火;这些灯火是装满了盐和油的平皿,其表面放着灯芯本身,这灯芯整夜燃烧,而这个节日被命名为“点灯祭”。
οἳ δʼ ἂν μὴ ἔλθωσι τῶν Αἰγυπτίων ἐς τὴν πανήγυριν ταύτην, φυλάσσοντες τὴν νύκτα τῆς θυσίης καίουσι καὶ αὐτοὶ πάντες τὰ λύχνα, καὶ οὕτω οὐκ ἐν Σάι μούνῃ καίεται ἀλλὰ καὶ ἀνὰ πᾶσαν Αἴγυπτον. ὅτευ2 δὲ εἵνεκα φῶς ἔλαχε3 καὶ τιμὴν ἡ νὺξ αὕτη, ἔστι ἱρὸς περὶ αὐτοῦ λόγος λεγόμενος.
至于那些没有来参加这个大祭的埃及人,他们守候着牺牲祭的夜晚,自己也都点燃灯火,因此灯火不仅在塞斯,而且在整个埃及都被点燃。但由于什么原因这一夜获得了光明和荣誉,关于它有一个神圣的传说。
- 2.62.1τῆς θυσίης
修饰 ἐν τῇ νυκτὶ 的属格,或表示时间的属格,指明举行牺牲祭的夜晚。
- 2.62.2ὅτευ
爱奥尼亚方言中泛指关系/疑问代词 ὅστις 的中性单数属格形式(相当于雅典方言的 οὗτινος),作为后置介词 εἵνεκα 的宾语。
- 2.62.2ἔλαχε
λαγχάνω(凭运气或命运获得)的不定过去时。主语是后文的 ἡ νὺξ αὕτη(这一夜),宾语是 φῶς καὶ τιμήν(光与荣誉),将夜晚拟人化以表达其获得了这些属性。
