← 希罗多德

历史

§2.51.1-2.51.4

赫耳墨斯像形态与佩拉斯吉人的渊源

解释了将赫耳墨斯雕像塑造成具有直立阳具的习惯并非来自埃及,而是由佩拉斯吉人传给雅典人,再传至全希腊,并提及这与萨莫色雷斯秘仪的联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.51.1

ταῦτα μέν νυν καὶ ἄλλα πρὸς τούτοισι, τὰ ἐγὼ φράσω, Ἕλληνες ἀπʼ Αἰγυπτίων νενομίκασι· τοῦ δὲ Ἑρμέω τὰ ἀγάλματα ὀρθὰ ἔχειν τὰ αἰδοῖα1 ποιεῦντες οὐκ ἀπʼ Αἰγυπτίων μεμαθήκασι, ἀλλʼ ἀπὸ Πελασγῶν πρῶτοι μὲν Ἑλλήνων ἁπάντων Ἀθηναῖοι παραλαβόντες, παρὰ δὲ τούτων ὧλλοι.

这些习惯,以及在此之外我将要谈到的其他习惯,希腊人都是从埃及人那里采纳的。然而,至于将赫耳墨斯的雕像塑造成具有直立阳具的形象,他们并非学自埃及人,而是学自佩拉斯吉人;在所有希腊人中,雅典人最先接受了这一习惯,而其他希腊人则是从雅典人那里接受的。

§2.51.2

Ἀθηναίοισι γὰρ ἤδη τηνικαῦτα ἐς Ἕλληνας τελέουσι2 Πελασγοὶ σύνοικοι ἐγένοντο ἐν τῇ χώρῃ, ὅθεν περ καὶ Ἕλληνες ἤρξαντο νομισθῆναι. ὅστις δὲ τὰ Καβείρων ὄργια μεμύηται,3 τὰ Σαμοθρήικες ἐπιτελέουσι παραλαβόντες παρὰ Πελασγῶν, οὗτος ὡνὴρ οἶδε τὸ λέγω·

因为就在那时,当雅典人已经开始被算作希腊人之列时,佩拉斯吉人成为了他们在该土地上的同住者,也正是由此,雅典人也开始被视为希腊人。凡是已经启蒙加入了卡贝里神之秘仪的人——这秘仪是萨莫色雷斯人从佩拉斯吉人那里接受并举行的——那个人就会明白我所说的话。

§2.51.3

τὴν γὰρ Σαμοθρηίκην οἴκεον πρότερον Πελασγοὶ οὗτοι οἵ περ Ἀθηναίοισι σύνοικοι ἐγένοντο, καὶ παρὰ τούτων Σαμοθρήικες τὰ ὄργια παραλαμβάνουσι.

因为曾经居住在萨莫色雷斯的,正是这些与雅典人同住的佩拉斯吉人,萨莫色雷斯人正是从他们那里接受了这些秘仪。

§2.51.4

ὀρθὰ ὦν ἔχειν τὰ αἰδοῖα τἀγάλματα τοῦ Ἑρμέω Ἀθηναῖοι πρῶτοι Ἑλλήνων μαθόντες παρὰ Πελασγῶν ἐποιήσαντο· οἱ δὲ Πελασγοὶ ἱρόν τινα λόγον περὶ αὐτοῦ ἔλεξαν, τὰ ἐν τοῖσι ἐν Σαμοθρηίκῃ μυστηρίοισι δεδήλωται.

因此,在希腊人中,雅典人最先从佩拉斯吉人那里学得,并制作了具有直立阳具的赫耳墨斯雕像;而佩拉斯吉人对此讲述了一个神圣的传说,这在萨莫色雷斯的秘仪中有所揭示。

语法注3 条
  1. 2.51.1ὀρθὰ ἔχειν τὰ αἰδοῖα

    ὀρθὰ是形容词ὀρθός的中性复数宾格,与tὰ αἰδοῖα构成述语关系。不定式ἔχειν在此意为“使保持某种状态”,整体表示“将雕像制作成具有直立阳具的状态”。

  2. 2.51.2ἐς Ἕλληνας τελέουσι

    τελέουσι是动词τελέω(登记、算作)的现在分词主动力量格复数,修饰Ἀθηναίοισι。短语ἐς Ἕλληνας τελεῖν意为“被算作希腊人之列”。

  3. 2.51.2μεμύηται

    动词μυέω(启蒙、接纳)的现在完成时中动/被动语态第三人称单数。由于μυέω可接双宾格(使某人加入某秘仪),因此在被动或中动结构中,表示秘仪的宾格(τὰ Καβείρων ὄργια)依然得以保留。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.51.1-2.51.4