← 希罗多德

历史

§2.50.1-2.50.3

希腊诸神名字的埃及起源

作者指出希腊神明的大多数名字源自埃及,列举了例外情况,并将波塞冬名字的起源追溯至利比亚,同时提到埃及人完全不崇拜英雄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.50.1

σχεδὸν δὲ καὶ πάντων τὰ οὐνόματα τῶν θεῶν ἐξ Αἰγύπτου ἐλήλυθε ἐς τὴν Ἑλλάδα. διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει, πυνθανόμενος οὕτω εὑρίσκω ἐόν·1 δοκέω δʼ ὦν μάλιστα ἀπʼ Αἰγύπτου ἀπῖχθαι.

几乎所有神明的名字也都是从埃及传入希腊的。因为关于它们来自蛮族这一点,经我探询,发现事实确是如此;无论如何,我认为它们主要是从埃及传来的。

§2.50.2

ὅτι γὰρ δὴ μὴ2 Ποσειδέωνος καὶ Διοσκούρων, ὡς καὶ πρότερόν μοι ταῦτα εἴρηται, καὶ Ἥρης καὶ Ἱστίης καὶ Θέμιος καὶ Χαρίτων καὶ Νηρηίδων, τῶν ἄλλων θεῶν Αἰγυπτίοισι αἰεί κοτε τὰ οὐνόματα ἐστὶ ἐν τῇ χώρῃ. λέγω δὲ τὰ λέγουσι αὐτοὶ Αἰγύπτιοι. τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα,3 οὗτοι δέ μοι δοκέουσι ὑπὸ Πελασγῶν ὀνομασθῆναι, πλὴν Ποσειδέωνος· τοῦτον δὲ τὸν θεὸν παρὰ Λιβύων ἐπύθοντο·

因为除了波塞冬和迪奥斯库洛伊兄弟(正如我先前也曾提到过的那样),以及赫拉、赫斯提亚、忒弥斯、美惠三女神和涅瑞伊得斯之外,其他所有神明的名字自古以来就一直存在于埃及人的土地上。我说的是埃及人自己所说的话。至于那些他们说不知道名字的神明,在我看来,除了波塞冬之外,这些都是由佩拉斯吉人命名的;而对于波塞冬这位神明,他们是从利比亚人那里得知的。

§2.50.3

οὐδαμοὶ γὰρ ἀπʼ ἀρχῆς Ποσειδέωνος οὔνομα ἔκτηνται εἰ μὴ Λίβυες καὶ τιμῶσι τὸν θεὸν τοῦτον αἰεί. νομίζουσι δʼ ὦν Αἰγύπτιοι οὐδʼ ἥρωσι οὐδέν.4

因为自始至终,除了利比亚人之外,没有任何人拥有过波塞冬的名字,而且他们一直崇敬着这位神明。无论如何,埃及人对英雄也完全不进行任何崇拜。

语法注4 条
  1. 2.50.1διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει, πυνθανόμενος οὕτω εὑρίσκω ἐόν

    此处的 διότι 并非表示原因(因为),而是等同于 ὅτι(指“……这件事”),引导作为 εὑρίσκω 宾语的名词从句。ἐόν 是 εἶναι 的爱奥尼亚方言现在分词中性单数(相当于雅典方言的 ὄν),与 οὕτω εὑρίσκω ἐόν 构成“我(经探询后)发现事情确是如此”的结构。

  2. 2.50.2ὅτι γὰρ δὴ μὴ

    短语 ὅτι μὴ 是表示“除了……之外”的惯用表达。此处在两者之间插入了起强调作用的质词 γὰρ δὴ,意为“因为除了(波塞冬等人)之外……”。

  3. 2.50.2τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα

    关系代名词 τῶν(作关系代词使用的爱奥尼亚方言冠词形式)修饰 θεῶν,形成关系从句(“他们说不知道名字的神明”)。该结构置于句首以示主题化,并在随后的主句中由指示代词 οὗτοι(这些)重新接引。此外,οὔ φασι 带有否定转移,意为“他们说不(知道)”。

  4. 2.50.3νομίζουσι δʼ ὦν Αἰγύπτιοι οὐδʼ ἥρωσι οὐδέν

    动词 νομίζω 通常接宾格,但此处与与格(ἥρωσι)连用,表示“(向神明或英雄)致敬、进行宗教崇拜”。οὐδέν 作副词使用,起加强否定作用,意为“完全不”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.50.1-2.50.3