← 希罗多德

历史

§2.49.1-2.49.3

梅兰普斯引入狄奥尼索斯祭仪

作者阐述了自己的观点,即梅兰普斯向希腊人引入了狄奥尼索斯的祭祀和法勒斯游行,而他是从埃及以及来自腓尼基的卡德摩斯等人那里学到这些仪式的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.49.1

ἤδη ὦν δοκέει μοι Μελάμπους ὁ Ἀμυθέωνος τῆς θυσίης ταύτης1 οὐκ εἶναι ἀδαὴς ἀλλʼ ἔμπειρος. Ἕλλησι γὰρ δὴ Μελάμπους ἐστὶ ὁ ἐξηγησάμενος τοῦ Διονύσου τό τε οὔνομα καὶ τὴν θυσίην καὶ τὴν πομπὴν τοῦ φαλλοῦ· ἀτρεκέως μὲν οὐ πάντα συλλαβὼν τὸν λόγον ἔφηνε, ἀλλʼ οἱ ἐπιγενόμενοι τούτῳ σοφισταὶ μεζόνως ἐξέφηναν· τὸν δʼ ὦν φαλλὸν τὸν τῷ Διονύσῳ πεμπόμενον Μελάμπους ἐστὶ ὁ κατηγησάμενος, καὶ ἀπὸ τούτου μαθόντες ποιεῦσι τὰ ποιεῦσι Ἕλληνες.

因此,在我看来,阿米特翁之子梅兰普斯对这种祭祀并非毫无所知,而是十分熟悉的。因为正是梅兰普斯向希腊人介绍了狄奥尼索斯的名字、祭祀仪轨以及法勒斯的游行;虽然他确实没有完全准确地掌握并揭示出全部教义,但继他之后出现的贤人们更充分地阐明了它。总之,梅兰普斯是引入为狄奥尼索斯举行法勒斯游行的人,希腊人正是从他那里学来并举行他们现在所举行的仪轨的。

§2.49.2

ἐγὼ μέν νυν φημὶ Μελάμποδα γενόμενον ἄνδρα σοφὸν μαντικήν τε ἑωυτῷ συστῆσαι καὶ πυθόμενον ἀπʼ Αἰγύπτου ἄλλα τε πολλὰ ἐσηγήσασθαι Ἕλλησι καὶ τὰ περὶ τὸν Διόνυσον, ὀλίγα αὐτῶν παραλλάξαντα. οὐ γὰρ δὴ συμπεσεῖν γε φήσω τά τε ἐν Αἰγύπτῳ ποιεύμενα τῷ θεῷ καὶ τὰ ἐν τοῖσι Ἕλλησι· ὁμότροπα γὰρ ἂν ἦν2 τοῖσι Ἕλλησι καὶ οὐ νεωστὶ ἐσηγμένα.

就我而言,我认为梅兰普斯成为一个智者后,为自己确立了预言术,并从埃及学习,向希腊人引入了许多其他事物以及关于狄奥尼索斯的仪式,且仅对其作了微小的改动。因为我绝不认为在埃及为那尊神所做的事与在希腊人中所做的事是偶然吻合的;如果是那样的话,这些仪式本该与希腊人的风俗同质,而不是最近才引入的。

§2.49.3

οὐ μὲν οὐδὲ φήσω ὅκως3 Αἰγύπτιοι παρʼ Ἑλλήνων ἔλαβον ἢ τοῦτο ἢ ἄλλο κού τι νόμαιον. πυθέσθαι δέ μοι δοκέει μάλιστα Μελάμπους τὰ περὶ τὸν Διόνυσον παρὰ Κάδμου τε τοῦ Τυρίου καὶ τῶν σὺν αὐτῷ ἐκ Φοινίκης ἀπικομένων ἐς τὴν νῦν Βοιωτίην καλεομένην χώρην.

我同样绝不认为埃及人是从希腊人那里接受了这一仪式或任何其他习俗。但在我看来,梅兰普斯极有可能是从泰尔的卡德摩斯,以及与他一起从腓尼基来到现在被称为波奥蒂亚地区的人们那里,学习到关于狄奥尼索斯的仪轨的。

语法注3 条
  1. 2.49.1τῆς θυσίης ταύτης

    属格 τῆς θυσίης ταύτης 是宾格性属格(形容词补足语属格),同时受带否定前缀的形容词 ἀδαὴς(不知的)和紧随其后的 ἔμπειρος(熟悉的)所支配。

  2. 2.49.2ὁμότροπα γὰρ ἂν ἦν

    带有语气词 ἄν 的未完成过去时 ἦν 构成了与过去事实相反的虚拟条件句的主句(归结节)。其从句(假设节,如“如果是偶然吻合的”或“如果是希腊本土起源的”)在上下文中被省略,整句意为“因为(如果是那样的话),它们本该与希腊人的风俗同质(但实际上并非如此)”。

  3. 2.49.3ὅκως

    这是间接疑问副词 ὅπως(如何)的爱奥尼亚方言形式,在此引导一个作 φήσω(我会说)宾语的间接疑问从句。结合前面的双重否定 οὐ μὲν οὐδὲ,表示强烈的否定:“我同样绝不认为[即绝不说如何]埃及人是从希腊人那里接受了……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.49.1-2.49.3