← 希罗多德

历史

§2.37.1-2.37.5

埃及祭司的洁净规矩与生活习俗

本节记述了埃及人的宗教习俗,重点介绍了祭司通过特定的衣着、剃发和沐浴来保持身体洁净的严格规定,以及他们在饮食方面的特权与限制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37.1

θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοῖσιδε χρέωνται. ἐκ χαλκέων ποτηρίων πίνουσι, διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην, οὐκ ὃ μὲν ὃ δʼ οὔ,1 ἀλλὰ πάντες.

他们比所有人都格外虔敬神明,遵循着如下的习俗。他们用青铜杯饮水,每日洗涤干净,并不是有人洗有人不洗,而是人人如此。

§2.37.2

εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα, ἐπιτηδεύοντες τοῦτο μάλιστα, τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν, προτιμῶντες καθαροὶ εἶναι ἢ εὐπρεπέστεροι. οἱ δὲ ἱρέες ξυρῶνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης,2 ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς.

他们穿着总是新洗过的亚麻衣服,格外注重此事,并为了清洁而对阴部实行割礼,宁愿保持清洁,也不愿外观更加美观。而祭司们每隔三天便剃光全身,以便在侍奉神明时,身上既不长虱子,也不产生任何其他污秽之物。

§2.37.3

ἐσθῆτα δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα· ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα. λοῦνται δὲ δὶς τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός, ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ.

祭司只穿亚麻衣服和纸莎草鞋;他们不得穿戴任何其他衣服或鞋子。他们每天白天用冷水沐浴两次,每晚也沐浴两次,并履行可以说是无数的其他宗教仪式。

§2.37.4

πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα· οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται, ἀλλὰ καὶ σιτία σφι ἐστὶ ἱρὰ πεσσόμενα, καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης, δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος· ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι.

然而他们也享有不小的福祉;因为他们既不消耗自己的私产,也不承担任何花费,反而有为他们烤制的圣殿食物,且每日每人分得大量的牛肉和鹅肉,还赐予他们葡萄酒;但他们不准品尝鱼类。

§2.37.5

κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ, τούς τε γινομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται, οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρέοντες ἀνέχονται,3 νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον. ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί, τῶν εἷς ἐστι ἀρχιερεύς· ἐπεὰν δέ τις ἀποθάνῃ, τούτου ὁ παῖς ἀντικατίσταται.

至于蚕豆,埃及人绝不在其国境内播种,而对于长出来的蚕豆,他们既不生吃,也不煮熟食用;而祭司们甚至连看都不愿看一眼,认为它是一种不洁的豆类。每一位神明并非只有一位祭司,而是有许多位,其中一人为大祭司;当有人去世时,其子便接替其位。

语法注3 条
  1. 2.37.1οὐκ ὃ μὲν ὃ δʼ οὔ

    指示代名词的对比用法“一个……另一个不……”,受到整体否定词 οὐκ 的修饰,意为“并非有人(洗杯子)而有人不(洗)”,即所有人都毫无例外地清洗。

  2. 2.37.2διὰ τρίτης ἡμέρης

    介词 διά 与序数词连用表示周期。根据希腊语的包容性计数法(将起始日算作第一天),“每三天”实际上意味着“每隔一天(每两天一次)”。

  3. 2.37.5οὐδὲ ὁρέοντες ἀνέχονται

    动词 ἀνέχομαι 接分词表示“忍受或容忍做某事”。此处与否定词 οὐδέ 及现在分词 ὁρέοντες 连用,意为“他们甚至连看都无法忍受”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.37.1-2.37.5