- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.36.1-2.36.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-04
本章节通过与其他民族(特别是希腊人)的对比,描述了埃及人的独特习俗,包括祭司剃发、丧期留发、与野兽同居、以二粒小麦为主食、用脚揉面和手和泥、实行割礼、衣服件数、系帆方式、书写和计算的方向,以及使用神圣和民俗两种文字。
οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομέουσι, ἐν Αἰγύπτῳ δὲ ξυρῶνται. τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται,1 Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους2 ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ, τέως ἐξυρημένοι.
诸神的祭司在其他地方留长发,但在埃及他们剃光头。在其他人中,习惯是让受哀悼影响最深的人在丧期剃头,而埃及人在亲人去世时,则任由先前剃光的头发和胡须生长。
τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ἡ δίαιτα ἀποκέκριται, Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτα ἐστί. ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι, Αἰγυπτίων δὲ τῷ ποιευμένῳ3 ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστον ἐστί, ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία, τὰς ζειὰς μετεξέτεροι καλέουσι.
在其他人中,生活与野兽是分开的,但埃及人与野兽生活在一起。其他人以小麦和大麦为生,但在埃及人中,以此谋生是最大的耻辱,相反,他们用二粒小麦制作食物,有些人称之为“热亚”。
φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί, τὸν δὲ πηλὸν τῇσι χερσί, καὶ τὴν κόπρον ἀναιρέονται. τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο, πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον, Αἰγύπτιοι δὲ περιτάμνονται. εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο, τῶν δὲ γυναικῶν ἓν ἑκάστη.
他们用脚揉面团,用手和泥,用手捡起粪便。其他人保留阴部如出生时的样子,除了那些向他们学习的人以外,而埃及人实行割礼。至于衣服,男子每人有两件,女子每人有一件。
τῶν ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι, Αἰγύπτιοι δὲ ἔσωθεν. γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα, Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ ποιεῦντες ταῦτα αὐτοὶ μὲν φασὶ ἐπὶ δεξιὰ ποιέειν,4 Ἕλληνας δὲ ἐπʼ ἀριστερά. διφασίοισι δὲ γράμμασι χρέωνται, καὶ τὰ μὲν αὐτῶν ἱρὰ τὰ δὲ δημοτικὰ καλέεται.
至于船帆的环和绳索,其他人从外面系,而埃及人从里面系。在写字和用石子计算时,希腊人将手从左向右移动,而埃及人则从右向左移动;在这样做时,他们自己声称是向右移动,而希腊人是向左移动。他们使用两种文字,其中一种被称为神圣文字,另一种被称为民俗文字。
- 2.36.1τοὺς μάλιστα ἱκνέεται
关系代名词 τοὺς(爱奥尼亚方言中的 οὕς)作不定式 κεκάρθαι 的对格主语。动词 ἱκνέεται(及于、关于)支配对格,此处指“受哀悼影响最深的人”。
- 2.36.1ὑπὸ τοὺς θανάτους
介词 ὑπό 连用对格表示时间上的临近,意为“在亲人去世时”或“在死亡发生时”。
- 2.36.2τῷ ποιευμένῳ
爱奥尼亚方言的现在中动分词 τῷ ποιουμένῳ。与格表示行为的主体或判断的标准:“对于以此(小麦或大麦)谋生的人来说”。
- 2.36.4ἐπὶ δεξιὰ ποιέειν
希腊语中的“向右做”带有“顺利、正确地做”的双重含义,而“向左做”则意味着“笨拙、错误地做”。这是一个字面游戏,说明从右向左书写的埃及人如何声称自己走在正确的方向上,并以此嘲弄希腊人。
