← 希罗多德

历史

§2.35.1-2.35.4

埃及人与众相反的风俗习惯与自然环境

作者在开始详述埃及之初,列举了埃及的自然环境、习俗及法律如何与他国完全相反的众多例子,包括男女分工、日常生活习惯、祭司职能以及赡养父母的义务等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35.1

Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω· ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων1 τὸν λόγον, ὅτι πλεῖστα θωμάσια ἔχει ἢ ἡ ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην· τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται.

关于尼罗河,就说这么多了。接下来,我将详细论述埃及,因为与任何其他国家相比,它拥有最多的奇迹,并展现出超越语言描述的伟大工程。由于这些原因,关于它的内容将会叙述得更多。

§2.35.2

Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ2 φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί, τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους· ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι, οἱ δὲ ἄνδρες κατʼ οἴκους ἐόντες ὑφαίνουσι· ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες, Αἰγύπτιοι δὲ κάτω.

埃及人不仅由于他们那里的天空与众不同,且河流呈现出与其他河流不同的性质,他们还在几乎所有事情上,确立了与其他人完全相反的习俗和法律。在这些习俗中,妇女去市场买卖,而男子则留在家里织布。在织布时,其他人是将纬线向上推,而埃及人则是向下推。

§2.35.3

τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι, αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων. οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί, οἱ δὲ ἄνδρες κατήμενοι. εὐμαρείῃ χρέωνται3 ἐν τοῖσι οἴκοισι, ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν,4 τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν.

搬运重物时,男子用头顶,妇女则用肩膀扛。妇女站着小便,男子则坐着。他们在房屋内解手,却在室外的马路上吃东西,并声称那些难看但不可避免的事情应该在隐秘处进行,而不难看的事情则应该公开进行。

§2.35.4

ἱρᾶται5 γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης, ἄνδρες δὲ πάντων τε καὶ πασέων. τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι, τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι.

没有任何妇女担任神职,无论是男神还是女神;而男子则担任所有男神和女神的祭司。至于赡养父母,如果儿子不愿意,则没有任何强制义务;但对女儿来说,即使她们不愿意,也是绝对必须履行的义务。

语法注5 条
  1. 2.35.1ἔρχομαι ... μηκυνέων

    运动动词 ἔρχομαι(去)与将来分词 μηκυνέων 连用,表示迫近将来或意图(“我准备详述”)。

  2. 2.35.2ἅμα τῷ οὐρανῷ ... καὶ τῷ ποταμῷ

    前置词 ἅμα 接与格名词(τῷ οὐρανῷ、τῷ ποταμῷ)及伴随的分词(ἐόντι、παρεχομένῳ),表示这些环境状况的同时发生。

  3. 2.35.3εὐμαρείῃ χρέωνται

    名词 εὐμαρείη 原意为“容易”或“便利”,在此用作排泄(解手)的委婉说法。它受动词 χράομαι(使用、进行)支配接与格,意为“解手、大小便”。

  4. 2.35.3ποιέειν χρεόν

    不定式 ποιέειν(做)取决于表示“有必要”的无屈折中性词 χρεόν(χρεών的爱奥尼亚方言形式),此处与系动词 ἐστί 连用充当谓语。

  5. 2.35.4ἱρᾶται

    动词 ἱράομαι(担任祭司)的单数第三人称现在时。主语是阴性单数名词 γυνή(妇女)。所侍奉的神子由属格(ἔρσενος θεοῦ、θηλέης)表示。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.35.1-2.35.4