← 希罗多德

历史

§2.20.1-2.20.3

季风阻水导致尼罗河泛滥说的提出与反驳

作者介绍了希腊人关于尼罗河泛滥成因的三种假说中的第一种,即季节风阻碍了河水流入大海。随后作者予以反驳,指出即便在没有季节风的时候尼罗河也照样泛滥,且其他逆季节风流动的河流并未出现类似现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.1

ἀλλὰ Ἑλλήνων μὲν τινὲς ἐπίσημοι βουλόμενοι γενέσθαι σοφίην1 ἔλεξαν περὶ τοῦ ὕδατος τούτου τριφασίας ὁδούς· τῶν τὰς μὲν δύο τῶν ὁδῶν οὐδʼ ἀξιῶ μνησθῆναι εἰ μὴ ὅσον σημῆναι βουλόμενος μοῦνον·

然而,有些企图凭借智慧闻名的希腊人,就这种河水提出了三种不同的解释。在这些解释中,有两项我认为甚至不值得一提,除非只是为了指出它们的存在。

§2.20.2

τῶν ἡ ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν2 τὸν ποταμόν, κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον. πολλάκις δὲ ἐτησίαι μὲν οὔκων ἔπνευσαν, ὁ δὲ Νεῖλος τὠυτὸ ἐργάζεται.

其中一种说法认为,季节风是导致河流泛滥的原因,因为它们阻碍了尼罗河流入大海。但是,很多时候季节风并没有吹,而尼罗河却照样泛滥。

§2.20.3

πρὸς δέ, εἰ ἐτησίαι αἴτιοι ἦσαν, χρῆν3 καὶ τοὺς ἄλλους ποταμούς, ὅσοι τοῖσι ἐτησίῃσι ἀντίοι ῥέουσι, ὁμοίως πάσχειν καὶ κατὰ τὰ αὐτὰ τῷ Νείλῳ, καὶ μᾶλλον ἔτι τοσούτῳ ὅσῳ4 ἐλάσσονες ἐόντες ἀσθενέστερα τὰ ῥεύματα παρέχονται. εἰσὶ δὲ πολλοὶ μὲν ἐν τῇ Συρίῃ ποταμοὶ πολλοὶ δὲ ἐν τῇ Λιβύῃ, οἳ οὐδὲν τοιοῦτο πάσχουσι οἷόν τι καὶ ὁ Νεῖλος.

此外,如果季节风是原因的话,那么其他所有逆着季节风流动的河流,也应该和尼罗河一样、以同样的方式受到影响,而且由于它们更小、流量更弱,就应该更易受到影响。然而,在叙利亚和利比亚有许多河流,它们完全没有像尼罗河那样受到任何此类影响。

语法注4 条
  1. 2.20.1σοφίην

    修饰形容词 ἐπίσημοι 的关系宾格(表示领域),意为“在智慧方面”。

  2. 2.20.2αἰτίους πληθύειν

    限定形容词 αἰτίους 的解释性不定式(或用作属格代用),表示“导致河流泛滥”这一因果关系。

  3. 2.20.3χρῆν

    无人称动词 χρή 的未完成过去时,用于由 εἰ ... ἦσαν 引导的反事实条件句的归结从句中。在不带质词 ἄν 的情况下表示当前反事实的推论(“应当……”)。

  4. 2.20.3τοσούτῳ ὅσῳ

    由表示程度差异的与格构成的相关结构,意为“(其流量越弱,)就越是如此”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.20.1-2.20.3