- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.178.1-2.178.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
阐述阿玛西斯国王采取亲希腊政策,向希腊人赐予瑙克拉提斯作为居住地,并为贸易航行者提供建立神庙的土地,同时列举了共同建立“希腊神庙”(Hellenion)的城市以及独自建立神庙的城市。
φιλέλλην δὲ γενόμενος ὁ Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο,1 καὶ δὴ καὶ τοῖσι ἀπικνευμένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι· τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν οἰκέειν, αὐτοῦ δὲ ναυτιλλομένοισι2 ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι.
阿玛西斯因亲近希腊人,对他们中的一些人表示了各种优待,特别是对那些来到埃及的人,他赐予瑙克拉提斯城供他们居住;而对他们中那些不愿在此定居、只因航海而来的人,他则赐予土地,让他们能为神明建立祭坛和神庙。
τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος, καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον, καλεύμενον δὲ Ἑλλήνιον, αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ, Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί, Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις, Αἰολέων δὲ ἡ Μυτιληναίων μούνη.
在他们的神庙中,最大、最著名也最有用的一座被称为“希腊神庙”,是由以下诸城市共同建立的:爱奥尼亚人中有希奥斯、特奥斯、福凯亚和克拉佐美奈;多利安人中有罗得斯、克尼多斯、哈利卡尔那索斯和法塞利斯;埃奥利安人中则仅有米蒂利尼。
τουτέων μὲν ἐστὶ τοῦτο τὸ τέμενος, καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιες εἰσὶ αἱ παρέχουσαι· ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται, οὐδέν σφι μετεὸν3 μεταποιεῦνται. χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός, καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος.
这座神庙属于这些城市,也正是这些城市派出了该通商口的管理者;至于其他任何声称对此拥有权利的城市,它们是在毫无份额的情况下提出要求的。另外,埃吉纳人独自为宙斯建立了一座神庙,萨摩斯人建立了赫拉的神庙,米利都人则建立了阿波罗的神庙。
- 2.178.1ἀπεδέξατο
爱奥尼亚方言形式,相当于雅典方言的 ἀπεδείξατο(ἀποδείκνυμι “展现、表示”的直陈式不定过去时中动态第三人称单数)。在此处意为“表示(好意、态度等)”。
- 2.178.1αὐτοῦ δὲ ναυτιλλομένοισι
指那些不愿定居但“因航海(贸易)而至该地的人”。αὐτοῦ 是副词,意为“在此地”(即瑙克拉提斯)。此结构与前句的 οἰκέειν(定居)相对,用以区分常住居民与临时访入的贸易商船者。
- 2.178.3οὐδέν σφι μετεὸν
由无人称动词 μέτεστι(有份额、有关联)的分词中性单数宾格形式 μετεόν 与第三人称复数与格代名词 σφι(对他们)构成的绝对宾格结构。具有让步意味,译为“尽管他们对此毫无份额(权利)”。
