← 希罗多德

历史

§2.169.1-2.169.5

阿普里伊的兵败被杀与赛斯的王家陵墓

阿普里伊被阿玛西斯率领的埃及军队击败并俘虏,最终被移交给埃及人处死,并安葬在雅典娜神庙内的祖传墓地中,而阿玛西斯自己的宏伟陵墓也建在同一神庙的庭院内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.169.1

ἐπείτε δὲ συνιόντες ὅ τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ ὁ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν, συνέβαλον· καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι, πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν.

当率领着辅助兵的阿普里伊和率领着全体埃及人的阿玛西斯在莫孟菲斯城集结并抵达时,双方交战了。外邦兵士们虽然英勇作战,但由于人数远少于对方,因此在这方面战败了。

§2.169.2

Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια, μηδʼ ἂν θεόν μιν μηδένα δύνασθαι1 παῦσαι τῆς βασιληίης· οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε. καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάιν πόλιν, ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα, τότε δὲ Ἀμάσιος ἤδη βασιληία.

据说阿普里伊曾有这样的想法,认为甚至没有任何神明能够将他从王位上拉下来;他觉得自己的王权对自己而言是如此稳固地确立着。然而就在那时,他交战战败,并被生擒带往塞伊斯城,送进了以前是他自己的宫殿、而当时已经是阿玛西斯王宫的地方。

§2.169.3

ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι, καί μιν Ἄμασις εὖ περιεῖπε· τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια2 τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον, οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι. οἳ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι·

在那里,起初他还在王宫里获得供养,阿玛西斯也对他优待。但最终,由于埃及人抱怨说,供养一个对他们以及阿玛西斯自己来说都是最可憎之敌的人是不公正的,于是阿玛西斯便将阿普里伊交给了埃及人。他们绞死了他,随后将他葬在祖传的墓地里。

§2.169.4

αἳ δὲ εἰσὶ ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης, ἀγχοτάτω τοῦ μεγάρου, ἐσιόντι ἀριστερῆς χειρός.3 ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ.

这些墓地位于雅典娜的神庙内,非常靠近正殿,在进去之人的左手边。塞伊斯人将所有出身于该诺莫斯的国王都葬在神庙内部。

§2.169.5

καὶ γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μὲν ἐστὶ τοῦ μεγάρου ἢ τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων, ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ, παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι4 καὶ τῇ ἄλλῃ δαπάνῃ· ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε, ἐν δὲ τοῖσι θυρώμασι ἡ θήκη ἐστί.

因为阿玛西斯的陵墓虽然比阿普里伊及其先祖的陵墓离正殿更远,但这也同样位于神庙的庭院内,是一个巨大的石造柱廊,用模仿椰枣树的柱子以及其他昂贵的装饰来点缀。在柱廊内部立有双开门,而在这些门内便是墓室。

语法注4 条
  1. 2.169.2μηδʼ ἂν θεόν μιν μηδένα δύνασθαι

    不定式 δύνασθαι 连同助词 ἄν 表示潜在或可能性的用法(相当于直接引语中的 ἂν δύναιτο 等虚拟语气),此处转化为间接引语(带对格的不定式结构)。这突显了阿普里伊极度的傲慢与自信。

  2. 2.169.3μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια

    μεμφομένων Αἰγυπτίων 为属格绝对结构,其后的 ὡς 从句表示抱怨的具体内容。动词 ποιέοι 使用间接引语希求语气(optativus obliquus),因为主句动词为历史现在时(相当于过去时 παραδιδοῖ),表示埃及人主观的指责。

  3. 2.169.4ἐσιόντι ἀριστερῆς χειρός

    现在分词与格 ἐσιόντι 是在描述空间位置时常用的“关系人与格”(意为“对于进入的人而言”、“在进去时”)。属格 ἀριστερῆς χειρός 则是表示方向或位置的属格(意为“在左手侧”)。

  4. 2.169.5στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι

    与格分词 μεμιμημένοισι 修饰与格名词 στύλοισι,意为“模仿……的柱子”。对格名词 φοίνικας 与 τὰ δένδρεα 为同格语,共同作为分词 μεμιμημένοισι 的直接宾语(对格)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.169.1-2.169.5