- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.154.1-2.154.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
记述普萨美提科斯向协助他的伊奥尼亚人和卡里亚人赏赐土地(“军营”),并让埃及子弟学习希腊语以培养译员,这使得希腊人此后能够准确了解埃及的历史与现状。
τοῖσι δὲ Ἴωσι καὶ τοῖσι Καρσὶ τοῖσι συγκατεργασαμένοισι αὐτῷ ὁ Ψαμμήτιχος δίδωσι χώρους ἐνοικῆσαι ἀντίους ἀλλήλων, τοῦ Νείλου τὸ μέσον ἔχοντος,1 τοῖσι οὐνόματα ἐτέθη Στρατόπεδα· τούτους τε δή σφι τοὺς χώρους δίδωσι καὶ τὰ ἄλλα τὰ ὑπέσχετο πάντα ἀπέδωκε.
普萨美提科斯向协助他共同作战的伊奥尼亚人和卡里亚人提供了两处互相对峙的土地作为居住地,尼罗河从其中间穿过;这些地方被命名为“军营”。他不仅将这些土地赐予他们,还如数偿付了所承诺过的所有其他酬劳。
καὶ δὴ καὶ παῖδας παρέβαλε αὐτοῖσι Αἰγυπτίους τὴν Ἑλλάδα γλῶσσαν ἐκδιδάσκεσθαι.2 ἀπὸ δὲ τούτων ἐκμαθόντων τὴν γλῶσσαν οἱ νῦν ἑρμηνέες ἐν Αἰγύπτῳ γεγόνασι.
此外,他还将一些埃及人子弟托付给他们,让他们学习希腊语。正是从这些彻底学会了希腊语的子弟中,产生了如今埃及的译员。
οἱ δὲ Ἴωνές τε καὶ οἱ Κᾶρες τούτους τοὺς χώρους οἴκησαν χρόνον ἐπὶ πολλόν· εἰσὶ δὲ οὗτοι οἱ χῶροι πρὸς θαλάσσης ὀλίγον ἔνερθε Βουβάστιος πόλιος, ἐπὶ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου. τούτους μὲν δὴ χρόνῳ ὕστερον βασιλεὺς Ἄμασις ἐξαναστήσας ἐνθεῦτεν κατοίκισε ἐς Μέμφιν, φυλακὴν ἑωυτοῦ ποιεύμενος πρὸς Αἰγυπτίων.
伊奥尼亚人和卡里亚人在这些地方居住了很长时间;这些地方位于布巴斯提斯城稍下方的临海处,在尼罗河所谓的培琉喜阿姆河口。然而,后来阿玛西斯国王将他们从该地迁走,并安置在孟斐斯,让他们充当防范埃及人的御前侍卫。
τούτων δὲ οἰκισθέντων ἐν Αἰγύπτῳ, οἱ Ἕλληνες οὕτω ἐπιμισγόμενοι τούτοισι τὰ περὶ Αἴγυπτον γινόμενα ἀπὸ Ψαμμητίχου βασιλέος ἀρξάμενοι πάντα καὶ τὰ ὕστερον ἐπιστάμεθα3 ἀτρεκέως· πρῶτοι γὰρ οὗτοι ἐν Αἰγύπτῳ ἀλλόγλωσσοι κατοικίσθησαν.
自从这些人在埃及定居以后,我们希腊人通过与他们交往,便得以准确地知晓从普萨美提科斯国王开始的埃及往事以及其后的所有事情;因为他们是在埃及定居的第一批说异国语言的人。
ἐξ ὧν δὲ ἐξανέστησαν χώρων,4 ἐν τούτοισι δὲ οἵ τε ὁλκοὶ τῶν νεῶν καὶ τὰ ἐρείπια τῶν οἰκημάτων τὸ μέχρι ἐμεῦ ἦσαν.
在他们所迁出的土地上,直到我的时代,还留有他们船只的曳船道和房屋的遗迹。
- 2.154.1τοῦ Νείλου τὸ μέσον ἔχοντος
属格独立结构,由现在分词 ἔχοντος 及其主语 τοῦ Νείλου(属格)构成,用以描述物理空间上的伴随状况(“尼罗河占据中间”,即“以尼罗河为界”)。
- 2.154.2ἐκδιδάσκεσθαι
表示目的的不定式。为动词 ἐκδιδάσκω 的中动(或被动)语态,意为“(让孩子们自己)学好”或“使之彻底掌握”希腊语。
- 2.154.4οἱ Ἕλληνες ... ἐπιστάμεθα
句法上的不一致(失调/anacoluthon)。第三人称复数的主语 οἱ Ἕλληνες(希腊人)与第一人称复数的主动词 ἐπιστάμεθα(我们知道)相配合。这是因为作者在句中将自己作为“我们希腊人”的当事人意识代入其中。
- 2.154.5ἐξ ὧν δὲ ἐξανέστησαν χώρων
先行词 χώρων 融入关系从句的结构(先行词同化/合并)。原本主句的结构应当是 ἐν τούτοισι τοῖς χώροις, ἐξ ὧν ἐξανέστησαν(在他们迁出的那些土地上),由于先行词被吸收到关系从句中而变成了 ἐξ ὧν... χώρων。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
