← 希罗多德

历史

§2.142.1-2.142.4

三百四十一世的王统与太阳运行的异变

埃及祭司计算了自首任国王至最后一位祭司王共三百四十一代的历史(约合一万一千三百四十年),指出在此漫长岁月中从未出现过人形神灵,且即便太阳曾四度出现异常运行,埃及的自然生态也未受任何影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.142.1

ἐς μὲν τοσόνδε τοῦ λόγου Αἰγύπτιοί τε καὶ οἱ ἱρέες ἔλεγον, ἀποδεικνύντες ἀπὸ τοῦ πρώτου βασιλέος ἐς τοῦ Ἡφαίστου τὸν ἱρέα τοῦτον τὸν τελευταῖον βασιλεύσαντα μίαν τε καὶ τεσσεράκοντα καὶ τριηκοσίας γενεὰς ἀνθρώπων γενομένας, καὶ ἐν ταύτῃσι ἀρχιερέας καὶ βασιλέας ἑκατέρους τοσούτους γενομένους.1

关于这个传说,埃及人和祭司们就讲了这么多,他们指出,从第一位国王到这最后一位成为国王的赫菲斯托斯祭司,人类共经历了三百四十一代,而在这些世代中,大祭司和国王各自都有相同的人数。

§2.142.2

καίτοι τριηκόσιαι μὲν ἀνδρῶν γενεαὶ δυνέαται μύρια ἔτεα· γενεαὶ γὰρ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεα ἐστί· μιῆς δὲ καὶ τεσσεράκοντα ἔτι τῶν ἐπιλοίπων γενεέων, αἳ ἐπῆσαν τῇσι τριηκοσίῃσι, ἐστὶ2 τεσσεράκοντα καὶ τριηκόσια καὶ χίλια ἔτεα.

然而,人类的三百代相当于一万年;因为人类的三代是一百年。而在那三百代之外的其余四十一代,则是一千三百四十年。

§2.142.3

οὕτω ἐν μυρίοισί τε ἔτεσι καὶ χιλίοισι καὶ τριηκοσίοισί τε καὶ τεσσεράκοντα ἔλεγον θεὸν ἀνθρωποειδέα οὐδένα γενέσθαι· οὐ μέντοι οὐδὲ πρότερον οὐδὲ ὕστερον ἐν τοῖσι ὑπολοίποισι Αἰγύπτου βασιλεῦσι γενομένοισι ἔλεγον οὐδὲν τοιοῦτο.

因此,他们说,在这一万一千三百四十年中,没有一个具有人类外形的显现神。不过,他们也说,在以前或以后的其他埃及国王统治期间,也完全没有发生过此类事情。

§2.142.4

ἐν τοίνυν τούτῳ τῷ χρόνῳ τετράκις ἔλεγον ἐξ ἠθέων3 τὸν ἥλιον ἀνατεῖλαι· ἔνθα τε νῦν καταδύεται, ἐνθεῦτεν δὶς ἐπαντεῖλαι, καὶ ἔνθεν νῦν ἀνατέλλει, ἐνθαῦτα δὶς καταδῦναι. καὶ οὐδὲν τῶν κατʼ Αἴγυπτον ὑπὸ ταῦτα ἑτεροιωθῆναι, οὔτε τὰ ἐκ τῆς γῆς οὔτε τὰ ἐκ τοῦ ποταμοῦ σφι γινόμενα, οὔτε τὰ ἀμφὶ νούσους οὔτε τὰ κατὰ τοὺς θανάτους.

于是,他们说,在这段时期里,太阳曾四次从非常规的地方升起;两次从现在落下的地方升起,两次落入现在升起的地方。而埃及的一切事物都没有因此发生改变,无论是土地的产物,还是河流给他们带来的恩赐,无论是疾病还是死亡方面的情况。

语法注3 条
  1. 2.142.1ἀποδεικνύντες ... γενομένας ... γενομένους

    分词 ἀποδεικνύντες(指出/证明)后接“宾语名语+分词”的宾格结构(γενεὰς ... γενομένας 和 ἀρχιερέας καὶ βασιλέας ... γενομένους),表示间接陈述,相当于“证明……已经发生/产生”。

  2. 2.142.2μιῆς δὲ καὶ τεσσεράκοντα ἔτι τῶν ἐπιλοίπων γενεέων ... ἐστὶ ...

    属格 γενεέων 在此作为表示度量或关联的属格,修饰主语 τεσσεράκοντα καὶ τριηκόσια καὶ χίλια ἔτεα(一千三百四十年),意为“至于剩下的四十一代,其年数为一千三百四十年”。

  3. 2.142.4ἐξ ἠθέων

    名词 ἤθεα(ἦθος 的复数形式,意为习俗、住所)在用于天体时,指代其“常规轨道”或“惯常的出没地”。与前置词 ἐκ 连用,表示“脱离其常规位置/运行轨道”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.142.1-2.142.4