- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.141.1-2.141.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
赫菲斯托斯的祭司塞通继承王位,因冷落战士阶级而在阿拉伯和亚述国王辛那赫里布入侵时遭到拒绝援助。塞通在梦中得到神明的保佑,率领由普通平民组成的军队前往培琉锡乌姆迎击,夜间田鼠咬烂了敌人的武器,使埃及人获得胜利。
μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου, τῷ οὔνομα εἶναι Σεθῶν· τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν,1 ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς, καί σφεας ἀπελέσθαι τὰς ἀρούρας·2 τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας.
据他们说,在此人之后,一位名叫塞通的赫菲斯托斯祭司成为了国王。他轻视并冷落埃及的战士们,认为自己根本不需要他们。他不仅对他们做出其他侮辱性的举动,还剥夺了他们的土地——在以前的国王统治下,每人曾被特许赐予十二阿洛拉的土地。
μετὰ δὲ ἐπʼ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων· οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν.
此后,阿拉伯人和亚述人的国王辛那赫里布率大军进犯埃及;因此,埃及的战士们拒绝前去救援。
τὸν δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν. ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον,3 καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν· αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς.
陷入绝境的祭司走进神殿深处,在神像前哀诉自己将要面临的危险。在他哀哭时,睡意袭来,在幻象中,他似乎看到神站在他身边鼓励他,说他去迎击阿拉伯人的军队时不会遭遇任何不幸,因为神自己会为他派去援助者。
τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι, παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι, στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ· ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί· ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν, καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους.
他深信这些梦兆,便带领愿意跟随他的埃及人,在培琉锡乌姆安营扎寨,因为那里是进入埃及的通道。跟随他的没有一个战士,只有商贩、手工业者和集市上的平民。
ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους4 κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα, πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα, ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς.
当敌人抵达该地后,夜间有无数田鼠涌向他们,咬烂了他们的箭筒和弓,甚至是盾牌的把手,以至于第二天他们在毫无武装的情况下逃跑时,有许多人被击杀。
καὶ νῦν οὗτος ὁ βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος, ἔχων ἐπὶ τῆς χειρὸς μῦν, λέγων διὰ γραμμάτων τάδε· ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω.
直到今天,这位国王的石像仍立在赫菲斯托斯的神庙中,手里捧着一只老鼠,通过碑文诉说着这样的话: “凡注视我的人,都应当敬畏神明。”
- 2.141.1τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν
这是间接引语中的“对格+不定式”结构(主语为 τὸν,动词为 ἔχειν)。分词 παραχρησάμενον 修饰 τὸν 并支配属格 τῶν μαχίμων Αἰγυπτίων。ὡς οὐδὲν δεησόμενον 是带有 ὡς 的对格绝对结构(或与 τὸν 一致的分词短语),用以表示主语的主观理由(“认为自己绝不需要他们”)。
- 2.141.1σφεας ἀπελέσθαι τὰς ἀρούρας
意为“剥夺、夺取”的动词 ἀπαιρέω / ἀποαιρέω 的不定过去时不定式 ἀπελέσθαι 带双对格:被剥夺的人(σφέας,对格)和被夺走之物(τὰς ἀρούρας,对格)。
- 2.141.3ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον
在此间接引语从句中,不定式 ἐπελθεῖν 的逻辑主语是对格的 ὕπνον(睡眠),宾语是对格的 μιν(他)。现在分词 ὀλοφυρόμενον 修饰宾语 μιν(指代祭司)。
- 2.141.5ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους
与格短语 ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι(对于到达那里的敌人自身)由分词 ἐπιχυθέντας(涌向,来自接与格的动词 ἐπιχέομαι)所支配。此处的逻辑主语为对格的 μῦς ἀρουραίους(田鼠),对格复数分词 ἐπιχυθέντας 与之保持一致。
