← 希罗多德

历史

§2.127.1-2.127.3

希夫伦继位与两座金字塔的比较

基奥普斯死后,其弟希夫伦继承王位,同样实行暴政并建造了金字塔,但其规模不及前者的金字塔。作者根据自己的测量以及结构差异(有无地下室和水渠)对两座金字塔进行了比较和说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.127.1

βασιλεῦσαι δὲ τὸν Χέοπα τοῦτον Αἰγύπτιοι ἔλεγον πεντήκοντα ἔτεα, τελευτήσαντος δὲ τούτου ἐκδέξασθαι τὴν βασιληίην τὸν ἀδελφεὸν αὐτοῦ Χεφρῆνα· καὶ τοῦτον δὲ τῷ αὐτῷ τρόπῳ διαχρᾶσθαι τῷ ἑτέρῳ1 τά τε ἄλλα καὶ πυραμίδα ποιῆσαι, ἐς μὲν τὰ ἐκείνου μέτρα οὐκ ἀνήκουσαν·

埃及人说,这位基奥普斯统治了五十年;他死后,他的兄弟希夫伦继承了王位。此人在其他各方面也以与前者相同的方式进行统治,并且也建造了一座金字塔,但这金字塔的尺寸并未达到那座的高度。

§2.127.2

ταῦτα γὰρ ὦν καὶ ἡμεῖς ἐμετρήσαμεν· (οὔτε γὰρ ὕπεστι οἰκήματα ὑπὸ γῆν, οὔτε ἐκ τοῦ Νείλου διῶρυξ ἥκει ἐς αὐτὴν ὥσπερ ἐς τὴν ἑτέρην ῥέουσα· διʼ οἰκοδομημένου δὲ αὐλῶνος ἔσω νῆσον περιρρέει, ἐν τῇ αὐτὸν λέγουσι κεῖσθαι Χέοπα)·

(因为这些尺寸我们自己也测量过。在这座金字塔下既没有地下的墓室,也没有像流向另一座金字塔那样从尼罗河引来的开凿水道;而在另一座那里,河水通过一条砌筑的水道流向内部,环绕着一个岛屿,他们说基奥普斯本人就安葬在其中。)

§2.127.3

ὑποδείμας δὲ τὸν πρῶτον δόμον λίθου Αἰθιοπικοῦ ποικίλου, τεσσεράκοντα πόδας ὑποβὰς2 τῆς ἑτέρης τὠυτὸ μέγαθος,3 ἐχομένην τῆς μεγάλης οἰκοδόμησε. ἑστᾶσι δὲ ἐπὶ λόφου τοῦ αὐτοῦ ἀμφότεραι, μάλιστα ἐς ἑκατὸν πόδας ὑψηλοῦ. βασιλεῦσαι δὲ ἔλεγον Χεφρῆνα ἓξ καὶ πεντήκοντα ἔτεα.

希夫伦用斑驳的埃塞俄比亚石砌筑了第一层基石,其高度比另一座低四十英尺,但(其余部分)具有相同的规模,并紧挨着那座大金字塔建造了它。两座金字塔都耸立在同一座高度约有一百英尺的山丘上。他们说,希夫伦统治了五十六年。

语法注3 条
  1. 2.127.1τῷ αὐτῷ τρόπῳ τῷ ἑτέρῳ

    意为“以与另一人(即基奥普斯)相同的方式”。τῷ ἑτέρῳ 是与指示形容词 ὁ αὐτός(相同)连用、表示比较对象的与格 τῷ ἑτέρῳ。

  2. 2.127.3ὑποβὰς

    动词 ὑποβαίνω(低于、在……之下)的单数阳性主格不定过去时分词。与表示比较的属格 τῆς ἑτέρης 连用,意为“比另一座(高)低了……”或“底面比另一座缩小了……”。此处通常解释为高度比另一座矮四十英尺。

  3. 2.127.3τὠυτὸ μέγαθος

    τὸ αὐτὸ μέγαθος 的缩合(crasis)。在此作“关系宾格”,表示“在规模(大小)上相同”。虽然这与前文“低四十英尺”看似矛盾,但它表示除了底层基石高度外,其整体的比例和设计规模与另一座基本相当。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.127.1-2.127.3