- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.113.1-2.113.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
在作者的询问下,祭司们讲述了亚历山大如何因逆风与海伦一同漂流到埃及的经过。他的仆人们利用当地保护逃入神庙的奴隶的古老习俗,背叛并指控了他。
ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι1 τὰ περὶ Ἑλένην γενέσθαι ὧδε. Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ· καί μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος, ἐνθεῦτεν δέ, οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα, ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας.
当我向祭司们打听时,他们告诉我关于海伦的事情是这样发生的:亚历山大从斯巴达诱拐了海伦,乘船驶往他自己的国家。当他在爱琴海时,逆风将他驱赶到了埃及海,从那里,由于风势未减,他来到了埃及,并到达了埃及现在被称为尼罗河卡诺波斯河口的地方以及塔里凯埃。
ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν2 ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι.
在海岸边有一座赫拉克勒斯的神庙,至今依然存在。如果任何人的奴隶逃到这里,并在身上印上神圣的印记,将自己献给神,那么任何人都不得触碰他。
ὁ νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπʼ ἀρχῆς· τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται3 θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην· κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις.
这一习俗从最开始一直没有改变地延续到了我的时代。因此,亚历山大的仆人们在打听到了关于这座神庙的习俗后,便背叛了他,并作为神的求庇护者坐下来,想要加害他,详尽地陈述了关于海伦的事情以及对梅内劳斯所犯下的不义之举的全部经过。他们向祭司们以及这个河口的守护者(他的名字叫托尼斯)指控了这些事情。
- 2.113.1ἱστορέοντι
与格分词。修饰代词 μοι(“对我”)的一致分词,起时间状语作用(“当我询问时”)。
- 2.113.2ὅτευ ὦν
属格代词 ὅτευ 是爱奥尼亚方言,相当于 οὗτινος(“不论是谁的”),伴有语气词 ὦν(雅典方言的 οὖν),用以加强泛指或让步的语气(“无论谁的”),修饰后文的 οἰκέτης(“奴隶”)。
- 2.113.3ἀπιστέαται
爱奥尼亚方言中的第三人称复数现在时(或完成时中被动)形式。它对应动词 ἀφίστημι 的中动语态(“背叛,逃亡”)或 ἀπιστέω(“不服从,不忠”)。在此处仆人们背叛主人亚历山大并逃入神庙的语境下,理解为“背叛”或“离反”。
