← 希罗多德

历史

§2.112.1-2.112.2

普罗透斯王的圣域与异乡阿佛洛狄忒神庙

叙述了继承费隆王位的孟斐斯人普罗透斯、他在孟斐斯的精美圣域,以及作者关于其中“异乡阿佛洛狄忒”神庙属于海伦的推测。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.112.1

τούτου1 δὲ ἐκδέξασθαι τὴν βασιληίην ἔλεγον ἄνδρα Μεμφίτην, τῷ κατὰ τὴν Ἑλλήνων γλῶσσαν οὔνομα Πρωτέα εἶναι· τοῦ νῦν τέμενος ἐστὶ ἐν Μέμφι κάρτα καλόν τε καὶ εὖ ἐσκευασμένον, τοῦ Ἡφαιστείου πρὸς νότον ἄνεμον κείμενον.

据说,继承这位国王王位的是一个孟斐斯人,用希腊人的语言来说,他的名字叫普罗透斯。如今在孟斐斯有一处他的圣域,非常美丽且整建完备,位于赫菲斯托斯神庙的南面。

§2.112.2

περιοικέουσι δὲ τὸ τέμενος τοῦτο Φοίνικες Τύριοι, καλέεται δὲ ὁ χῶρος οὗτος ὁ συνάπας Τυρίων στρατόπεδον. ἔστι δὲ ἐν τῷ τεμένεϊ τοῦ Πρωτέος ἱρὸν τὸ καλέεται ξείνης Ἀφροδίτης· συμβάλλομαι2 δὲ τοῦτο τὸ ἱρὸν εἶναι Ἑλένης τῆς Τυνδάρεω, καὶ τὸν λόγον ἀκηκοὼς ὡς διαιτήθη Ἑλένη παρὰ Πρωτέι, καὶ δὴ καὶ ὅτι ξείνης Ἀφροδίτης ἐπώνυμον ἐστί· ὅσα γὰρ ἄλλα Ἀφροδίτης ἱρά ἐστι, οὐδαμῶς ξείνης ἐπικαλέεται.

在这处圣域周围居住着泰尔的腓尼基人,这整个地方被称为“泰尔人营地”。在普罗透斯的圣域里,有一座被称为“异乡阿佛洛狄忒”的神庙。我推测这座神庙是属于廷达瑞俄斯之女海伦的,这不仅是因为我听过关于海伦曾住在普罗透斯那里的传说,而且特别是因为它冠有“异乡阿佛洛狄忒”之名;因为阿佛洛狄忒的其他所有神庙,绝没有一座被称为“异乡”的。

语法注2 条
  1. 2.112.1τούτου

    表示分离或继承的属格,受动词 ἐκδέξασθαι(继承……之后)支配,指代前文提到的国王费隆。

  2. 2.112.2συμβάλλομαι

    主句动词“我推测”之后接有说明推测内容的带宾格不定式短语(τούτο τὸ ἱρὸν εἶναι...),而作为该判断依据的两个成分,则分别采用了分词短语(καὶ τὸν λόγον ἀκηкоὼς...)和 ὅτι 引导的从句(καὶ δὴ καὶ ὅτι...)这两种不同的语法结构进行并列连接。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.112.1-2.112.2