- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.66.1-1.66.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
斯巴达在获得良法并走向繁荣后,因误解神谕而远征特格亚却惨遭失败。被俘的斯巴达人被迫戴上自己带来的锁链,在特格亚的平原上进行耕作。
οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν, τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως. οἷα δὲ ἐν τε χώρῃ ἀγαθῇ1 καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν, ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν, καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν, ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι2 ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χωρῇ.
通过这种转变,他们过上了法制良好的生活,并且在吕库古去世后为他建立了神殿,对他表示极大的崇敬。由于他们拥有肥沃的土地和不少的人口,他们立刻迅速崛起并繁荣起来,以至于他们不再满足于保持静默,而是轻视阿卡迪亚人,认为自己比他们更强,便前往德尔斐求问神谕,企图占领阿卡迪亚的全部土地。
ἡ δὲ Πυθίη σφι χρᾷ τάδε. "Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὐ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σʼ ἀποκωλύσουσιν. ἐγὼ δὲ τοι οὔτι μεγαίρω· δώσω τοί Τεγέην ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι."
皮提亚对他们作出了如下的神谕: “你向我索求阿卡迪亚;你向我索求一件大事;我绝不赐予你。 在阿卡迪亚有许多吃橡子的男子, 他们会阻挡你。但我绝不吝惜你; 我将赐予你特格亚,让你在上面顿足舞蹈, 并用绳索测量分配其美丽的平原。”
ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι,Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο, οἳ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο, χρησμῷ κιβδήλῳ πίσυνοι, ὡς δὴ ἐξανδραποδιούμενοι3 τοὺς Τεγεήτας.
拉栖代梦人听到带回来的这些话后,便没有侵犯其他的阿卡迪亚人,但他们带着锁链向特格亚人进军,深信那带有欺骗性的神谕,以为自己真的能奴役特格亚人。
ἑσσωθέντες δὲ τῇ συμβολῇ, ὅσοι αὐτῶν ἐζωγρήθησαν, πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ4 καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο. αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι.
然而,他们在交战中战败,其中被活捉的人都戴上了他们自己带来的锁链,用绳索测量特格亚人的平原并在那里耕作。这些曾用来束缚他们的锁链,直到我的时代依然完好地保存在特格亚,悬挂在雅典娜·阿莱亚神庙的周围。
- 1.66.1οἷα δὲ ἐν τε χώρῃ ἀγαθῇ
οἷα 作副词使用,伴随介词短语,类似于雅典方言中的 ἅτε,用于表示客观原因(“由于……”)。在此处它引导了斯巴达人因土地肥沃、人口众多而迅速崛起和繁荣的原因。
- 1.66.1καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι
分词 καταφρονήσαντες(轻视)支配属格 Ἀρκάδων(阿卡迪亚人),并后接不定式结构 κρέσσονες εἶναι(自身更为优越)。形容词主格 κρέσσονες 的使用是因为其主语与分词的主语一致。
- 1.66.3ὡς δὴ ἐξανδραποδιούμενοι
连接词 ὡς δὴ 与将来分词 ἐξανδραποδιούμενοι 连用,表示主观意图,通常带有虚假自信的讽刺语气(“意图奴役”、“自以为能够奴役”)。
- 1.66.4πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ
此处阴性宾格复数冠词 τὰς 被用作关系代词,代替了 ἃς(“他们自己带来的那些锁链”)。这种用法是荷马和爱奥尼亚方言的特征。
