← 希罗多德

历史

§1.65.1-1.65.5

斯巴达的崛起与吕库古改革

克罗伊斯得知雅典处于僭主统治之下,而拉栖代梦(斯巴达)则克复重重困难,在对抗特格亚时占了上风。斯巴达以前法制极坏,但吕库古通过德尔斐神谕或从克里特岛引进法律,彻底改革了国家政体和军事制度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65.1

τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους1 ἐκ κακῶν τε μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων. ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπάρτῃ τοὺς ἄλλους πολέμους εὐτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μούνους προσέπταιον.

且说克罗伊斯得知,关于雅典人,在这一时期正是这样的情况支配着他们;而关于拉栖代梦人,他得知他们已经摆脱了重大的灾祸,并且在战争中已经压倒了特格亚人。因为在列翁和赫格西克勒斯统治斯巴达期间,拉栖代梦人虽然在其他战争中屡屡得手,但唯独在对抗特格亚人时屡遭挫折。

§1.65.2

τὸ δὲ ἔτι πρότερον τούτων καί κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἑλλήνων κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι·2 μετέβαλον δὲ ὧδε ἐς εὐνομίην. Λυκούργου τῶν Σπαρτιητέων δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοὺς ἐπὶ τὸ χρηστήριον, ὡς ἐσήιε ἐς τὸ μέγαρον, εὐθὺς ἡ Πυθίη λέγει τάδε.

而在比这更早的时候,他们差不多是所有希腊人中法制最坏的,不仅对内相互分裂,对外也与外邦人不相往来;但他们是通过以下方式转变为良法自治的。斯巴达的名人吕库古前往德尔斐求问神谕,当他步入神殿内厅时,皮提亚立即对他说了以下这段话:

§1.65.3

" ἥκεις ὦ Λυκόοργε ἐμὸν ποτὶ πίονα νηόν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι. δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον. ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε."

“ 你来到了我这富饶的神殿,哦,吕库古, 你是宙斯以及所有拥有奥林匹斯居所之神所钟爱的。 我正犹疑,该宣示你为神,还是为人。 然而,我更期盼你是一位神明,哦,吕库古。”

§1.65.4

οἳ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι. ὡς δʼ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω, ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα.3

有些人在此之外还说,皮提亚也向他指明了如今在斯巴达人中确立起来的政体。但据拉栖代梦人自己说,吕库古是在担任他的侄子、当时斯巴达人的国王莱奥博特斯的监护人时,从克里特岛将这些制度引进过来的。

§1.65.5

ὡς γὰρ ἐπετρόπευσε τάχιστα, μετέστησε τὰ νόμιμα πάντα, καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν·4 μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα, ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια, πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος.

因为他一当上监护人,就立刻改变了所有的法律,并严防这些法律被违反;在此之后,吕库古确立了与军事有关的体制,即宣誓队、三十人队和共餐制度,此外,他还设立了监察官和长老会。

语法注4 条
  1. 1.65.1τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους...

    动词 ἐπυνθάνετο(“听说、得知”)在此处没有使用不定式或 ὅτι/ὡς 从句,而是接宾格名词(τοὺς Ἀθηναίους / τοὺς Λακεδαιμονίους)与相一致的现在分词(κατέχοντα)及现在/完成分词(πεφευγότας, ἐόντας)构成宾格加分词的感官与认知句式,用以表达间接陈述。

  2. 1.65.2κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι

    连词 τε...καί 将两种不同性质的语法结构并列:介词短语 κατά σφέας αὐτοὺς(“在他们自身之间”)和受形容词 ἀπρόσμικτοι(“不相往来的”)支配的与格名词 ξείνοισι(“与外邦人”)。

  3. 1.65.4Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω, ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα

    这是一个依附于 λέγουσι 的“宾格加不定式”(AcI)结构,其中 Λυκοῦργον 是不定式 ἀγαγέσθαι 的逻辑主语。在此结构中,一致修饰 Λυκοῦργον 的不定过去时分词 ἐπιτροπεύσαντα 支配着属格宾语 Λεωβώτεω,而后者又带有同格关系的分词短语 ἀδελφιδέου 和 βασιλεύοντος。

  4. 1.65.5ἐφύλαξε ταῦτα μὴ παραβαίνειν

    动词 φυλάσσω(“防范、看守”)后接否定小词 μὴ 和主动不定式(παραβαίνειν),表示预防或禁止的含义,即“他严防这些法律被(人们)违反”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.65.1-1.65.5