- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.67.1-1.67.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
记述斯巴达在与特格亚的战争中如何扭转局势、德尔斐关于迎回奥雷斯特斯遗骨的神谕,以及对最终解开谜题的“善行者”制度的解释。
κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας, κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν, τρόπῳ τοιῷδε γενόμενοι.
在先前的战争期间,他们对特格亚人的交战确实一直处于劣势;但在克罗伊索斯时代,以及阿那克桑德里德斯和阿里斯东在拉栖代梦执政期间,斯巴达人已经在战争中占了上风,他们是通过以下方式做到这一点的。
ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων, πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο. ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους.1
由于他们在战争中总是败给特格亚人,他们便派使者前往德尔斐,询问应该取悦哪位神明,才能在战争中战胜特格亚人。皮提亚对他们降下神谕,要他们把阿伽门农之子奥雷斯特斯的遗骨运回国。
ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν2 ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης. εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε.
然而,他们无法找到奥雷斯特斯的陵墓,于是再次向神明派出使者,询问奥雷斯特斯安息的地方。面对询问此事的使者,皮提亚作出了如下的回答:
" ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθʼ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπʼ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμʼ ἐπὶ πήματι κεῖται. ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ."
“ 在阿卡迪亚平坦的土地上,有一处特格亚, 在那里,两股风在强烈的必然性下吹拂, 有打击与反击,灾难重叠在灾难之上。 在那里,孕育生命的大地留存着阿伽门农之子, 你若将他迎回,便将成为特格亚的征服者。”
ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι, ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον, πάντα διζήμενοι, ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε, οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν, ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι, πέντε ἔτεος ἑκάστου· τοὺς δεῖ τοῦτὸν τὸν ἐνιαυτόν, τὸν ἂν ἐξίωσι3 ἐκ τῶν ἱππέων, Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ.4
拉栖代梦人听到这些后,尽管四处搜寻,却依然没有更接近找到它,直到在被称为“善行者”的斯巴达人中,有一位名叫利卡斯的人找到了它。所谓“善行者”是从公民中选出来的,每年从退役的“骑士”中最年长者中选出五人。他们必须在退役骑士的那一年里,受斯巴达公社派遣前往各地,不得闲暇,各自执行不同的任务。
- 1.67.2ἐπαγαγομένους
动词 ἔχρησε(降下神谕)通常支配带对格的不定式结构,但在此处,表示“运回”的不定式(如 ἐπαγαγέσθαι)被省略,仅留下了与其逻辑主语(拉栖代梦人)一致的对格复数中动不定过去时分词 ἐπαγαγομένους。
- 1.67.3τὴν ἐς θεὸν
阴性单数对格定冠词 τὴν 在此处省略了名词 ὁδόν(道路、旅程),作为动词 ἔπεμπον(派遣)的宾语。这是一种惯用省略表达,意为“再次派使者前往神明之处”(直译为“再次发出通往神明的道路”)。
- 1.67.5τὸν ἂν ἐξίωσι
在修饰先行词 ἐνιαυτόν(年份)的关系从句中,虚拟语气 ἐξίωσι(退役)与无变化小词 ἄν 连用,构成了一个表示每年常规性发生事件的泛指时间关系从句(“在他们退役的[那]一年”)。
- 1.67.5ἄλλους ἄλλῃ
代词 ἄλλος 的复数对格 ἄλλους(其他人)与副词 ἄλλῃ(以其他方式/在其他地方)并置,表达了分指的相互关系,意为“各人在不同的地方/以不同的方式”。该结构修饰不定式 μὴ ἐλινύειν(不闲散、保持活跃),强调每个人在各自的岗位上各司其职。
