← 希罗多德

历史

§1.62.1-1.62.4

马拉松登陆与帕勒涅阿姆菲路托斯的神谕

庇西特拉图及其军队在阿提卡的马拉松登陆并集结支持者。城内的雅典军队出兵迎击,两军在帕勒涅对峙,此时预言家阿姆菲路托斯向他宣布了预示胜利的神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62.1

ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος1 ἀπίκοντο ὀπίσω, καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα. ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι2 οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον, τοῖσι ἡ τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον.3

他们自埃雷特里亚出发,在第十一个年头返回,首先占领了阿提卡的马拉松。当他们在该地安营扎寨时,城里的同党纷纷前来,其他的人也从各个乡区涌来,对这些人而言,僭主统治比自由更受欢迎。

§1.62.2

οὗτοι μὲν δὴ συνηλίζοντο, Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος, ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε, καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα, λόγον οὐδένα εἶχον· ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ, οὕτω δὴ βοηθέουσι ἐπʼ αὐτόν.

这些人于是在此集结;而城里的雅典人,在庇西特拉图筹集资金期间,以及随后他占领马拉松时,都完全不予理会。但当他们得知他正从马拉松向城邦进军时,这时才出兵前去迎击他。

§1.62.3

καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον, ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ, ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν, καὶ ἀντία ἔθεντο τὰ ὅπλα.4

雅典人全军出动迎击归来者,而庇西特拉图及其部下也从马拉松出发向城邦进军;两军在同一地点相遇,抵达了帕勒涅的雅典娜神庙,并互相对峙安营。

§1.62.4

ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος ὁ Ἀκαρνὰν χρησμολόγος ἀνήρ, ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων· "ἔρριπται δʼ ὁ βόλος, τὸ δὲ δίκτυον ἐκπεπέτασται, θύννοι δʼ οἰμήσουσι5 σεληναίης διὰ νυκτός."

此时,在神圣的指引下,阿卡纳尼亚的预言家阿姆菲路托斯来到庇西特拉图面前,他走上前去,用六步格诗律向他宣告预言,如此说道: “网已撒下,网眼已张开, 金枪鱼将在月明之夜穿梭突进。”

语法注5 条
  1. 1.62.1διὰ ἑνδεκάτου ἔτεος

    介词 διὰ 伴随表示时间间隔的属格,意为“在第十一年”或“经过十一年的时间”,表明他们在流亡满十年后的第十一年返回。

  2. 1.62.1σφι στρατοπεδευομένοισι

    语法上是与格,与人称代词 σφι 一致,用作后续主句动词(如 ἀπίκοντο)的“利害关系与格”,但在语义上起到了类似于属格独立分词短语的作用(“当他们安营扎寨时……”)。

  3. 1.62.1ἀσπαστότερον

    尽管主语 ἡ τυραννὶς 是阴性名词,但作表语的形容词 ἀσπαστότερον 采用了中性单数比较级形式。这种用法并非描述特定主语的阴性属性,而是将主语视为一种普遍概念(“僭主统治这类事物比自由更受欢迎”)。

  4. 1.62.3ἔθεντο τὰ ὅπλα

    字面意思是“放下武器”,但这并不意味着解除武装,而是一个希腊军事惯用语,意为“架起武器”、“进入战斗位置”或“列阵对峙”。

  5. 1.62.4θύννοι δʼ οἰμήσουσι

    神谕中的比喻表达。θύννοι(金枪鱼)指代毫无防备、等同于自投罗网的雅典公民。动词 οἰμάω(冲刺、狂奔)描绘了鱼群盲目冲入已张开的网中的情景。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.62.1-1.62.4