- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.61.1-1.61.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
由于庇西特拉图以反常方式与美加克勒斯的女儿同房,愤怒的美加克勒斯与政敌和解并再次驱逐了他;庇西特拉图一行随后募集外部援助,为重返做准备。
ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα. οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων1 νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων, οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον.
庇西特拉图以上述方式重获僭主之位后,根据与美加克勒斯达成的协议,娶了美加克勒斯的女儿。然而,由于他已经有了年轻的儿子们,且阿尔克迈翁家族被传为带有诅咒,他不希望与这位新婚妻子生下孩子,于是便以不合常理的方式与她同房。
τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί, ἣ δὲ τῷ ἀνδρί. ὀργῇ δὲ ὡς εἶχε2 καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι. μαθὼν δὲ ὁ Πεισίστρατος τὰ ποιεύμενα ἐπʼ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί.
妻子起初隐瞒了这件事,但后来——无论是被询问还是未被询问——她告诉了自己的母亲,而母亲又转告了丈夫。美加克勒斯在愤怒之下,与自己的政敌重归于好,消除了敌对关系。庇西特拉图得知针对他所进行的勾当后,彻底离开了该国;在抵达埃雷特里亚后,他与儿子们共同商议。
Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι. πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων.
希庇亚斯关于夺回僭主之位的意见占了上风,于是他们开始从那些曾欠下他们恩情的城市中募集捐款。许多城市提供了巨额资金,而底比斯人在资金捐助的数额上超过了所有人。
μετὰ δέ, οὐ πολλῷ λόγῳ εἰπεῖν,3 χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον· καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίσας καὶ χρήματα καὶ ἄνδρας.
此后,简而言之,时光流逝,他们为重返所做的一切准备都已就绪。因为阿哥斯雇佣兵从伯罗奔尼撒赶来,而且一个名叫吕格达米斯的纳克索斯人自愿前来,带来了资金和士兵,表现出了极大的热情。
- 1.61.1οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων
表示客观原因的词 οἷα(相当于 ἅτε)引导属格绝对结构(παίδων ... ὑπαρχόντων)。接下来的 καὶ λεγομένων ... 同样并列在此结构之下。
- 1.61.2ὡς εἶχε
由副词 ὡς 和动词 ἔχω(不及物动词用法,意为“处于某状态”)的过去时组成的习惯用法,意为“就那样地”、“立刻”。此处修饰 ὀργῇ(方式与格“愤怒地”),表示“处于极度愤怒的状态中”。
- 1.61.4οὐ πολλῷ λόγῳ εἰπεῖν
不定式 εἰπεῖν 的绝对用法,构成插入语,意为“简而言之”、“长话短说”。οὐ πολλῷ λόγῳ 是方式或手段与格。
