- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.24.1-1.24.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
阿里翁遭到船员背叛并投海,但被海豚救起并送至泰纳龙,随后他在科林斯向僭主佩里安德说明了真相。后来,返回的船员们的谎言被当场揭穿,泰纳龙至今留有纪念此事的青铜献纳品。
τοῦτον τὸν Ἀρίονα λέγουσι, τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι1 πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην, ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι.
据说,这位阿里翁大部分时间都在佩里安德那里度过,但他渴望航行到意大利和西西里,在赚取了大笔财富之后,他想回到科林斯。
ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος, πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων. τοὺς δὲ2 ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα. τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι, χρήματα μὲν σφι προϊέντα, ψυχὴν δὲ παραιτεόμενον.
于是他从塔兰托出发,因为他最信任科林斯人,所以他雇了一艘科林斯人的船。然而,这些人在海上阴谋将阿里翁抛入海中,以占有他的财物。阿里翁察觉到了这一点,便向他们哀求,愿意放弃财物,只求保全性命。
οὔκων δὴ πείθειν αὐτὸν τούτοισι, ἀλλὰ κελεύειν τοὺς πορθμέας ἢ αὐτὸν διαχρᾶσθαί μιν, ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ, ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην·
但他并不能以此说服他们,船夫们反倒命令他:要么自己了断,以便在陆地上获得葬身之地;要么立刻跳进大海。
ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι, ἐπειδή σφι οὕτω δοκέοι, περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι·3 ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι.
陷入绝境的阿里翁请求他们,既然他们已下定决心,就允许他穿上整套盛装,站在船板上歌唱;并承诺在歌唱之后自己了断生命。
καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν4 εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ, ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα. τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον, τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ.
船员们想到能听到世上最优秀的歌手歌唱,便感到十分高兴,于是从船尾退到了船身中部。阿里翁穿上整套盛装,手执齐特拉琴,站在船板上,唱完了整首“奥尔提奥斯”之歌;歌声结束时,他便穿着整套盛装,原样投身于大海之中。
καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον, τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον. ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ, καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός.
随后,这些人便驾船驶往科林斯,但据说一只海豚接住了阿里翁,并将他送到了泰纳龙。他登岸后,穿着那套盛装前往科林斯,并在抵达后讲述了所发生的一切。
Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα, ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων.5 ὡς δὲ ἄρα παρεῖναι αὐτούς, κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος. φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι, ἐπιφανῆναί σφι τὸν Ἀρίονα ὥσπερ ἔχων ἐξεπήδησε· καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι.
佩里安德因为不信,便将阿里翁监禁起来,不许他去任何地方,同时严密监视那些船夫。当他们到达时,佩里安德召见他们,询问是否有关于阿里翁的消息。当他们声称阿里翁在意大利安然无恙,且在塔兰托过得很如意时,阿里翁突然以他跳海时的装束出现在他们面前;他们大惊失色,在事实面前无法再行否认。
ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι, καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ, ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος.
以上就是科林斯人和莱斯博斯人的说法。在泰纳龙有一件阿里翁的青铜献纳品,体量不大,是一个骑在海豚上的人像。
- 1.24.1τοῦτον τὸν Ἀρίονα λέγουσι ... ἐπιθυμῆσαι
由主句动词 λέγουσι(他们说)引导的带对格的不定式(A.C.I.)结构。对格的 τοῦτον τὸν Ἀρίονα 作为不定式 ἐπιθυμῆσαι(渴望)的逻辑主语,后面的不定式 θελῆσαι 同样并列于此结构中。
- 1.24.2τοὺς δὲ
冠词与 δὲ 连用(如 ὁ δὲ, οἱ δὲ)起指示代名词作用,用于承接前文并引入新的主语。此处指代刚刚提到的“科林斯的男人们”(船员)。
- 1.24.4περιιδεῖν αὐτὸν ... ἀεῖσαι
动词 περιορῶ(放任、允许)通常接分词,但此处与不定式 ἀεῖσαι(歌唱)连用,αὐτὸν 为其逻辑主语。
- 1.24.5τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν
与格 τοῖσι(对他们而言)受非人称用法的不定式 ἐσελθεῖν(产生、进入)支配。小词 γάρ(因为)在间接引语中引入了一个插入性的原因从句,解释船员们退往船身中部的心理动机(即想到能听到歌唱而产生了喜悦)。
- 1.24.7ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων
由副词 ἀνακῶς、动词 ἔχω 与属格(τῶν πορθμέων)结合而成的惯用表达,意为“严密监视”或“密切注意”。此处在间接引语中表现为不定式(ἔχειν),逻辑主语为佩里安德。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
