← 希罗多德

历史

§1.159.1-1.159.4

阿里斯托迪科斯毁巢试探布兰希代神谕

阿里斯托迪科斯在布兰希代神殿通过驱逐鸟巢,揭示了神谕命令交出帕克提埃斯的矛盾,迫使神明说出其真实意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.159.1

ἀπικομένων δὲ ἐς Βραγχίδας ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτῶν τάδε. ὦναξ, ἦλθε παρʼ ἡμέας ἱκέτης Πακτύης ὁ Λυδός, φεύγων θάνατον βίαιον πρὸς Περσέων· οἳ δέ μιν ἐξαιτέονται, προεῖναι Κυμαίους κελεύοντες.

当他们抵达布兰希代时,阿里斯托迪科斯代表所有人,向神谕求问如下:“王啊,吕底亚人帕克提埃斯为了逃避波斯人给他的暴死,作为求庇护者来到了我们这里;而波斯人要求交出他,命令库墨人将他放行。

§1.159.2

ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν.1 ὃ μὲν ταῦτα ἐπειρώτα, ὃ δʼ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι.

但我们惧于波斯人的势力,至今未敢交出这位求庇护者,直到您向我们明确昭示,我们究竟应该采取哪条路。”他这样询问,而神明则再次向他们显现相同的神谕,命令他们将帕克提埃斯交给波斯人。

§1.159.3

πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε· περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ. ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον, λέγουσαν δὲ τάδε ἀνοσιώτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιέειν; τοὺς ἱκέτας μου ἐκ τοῦ νηοῦ κεραΐζεις;

对此,阿里斯托迪科斯出于有意的预谋,采取了以下行动:他环绕神殿走了一圈,把麻雀以及在神殿内筑巢的其他所有鸟类的雏鸟都取了出来。当他正这样做时,据说从内殿里传出一个声音,直接对阿里斯托迪科斯说道:“最不敬的人啊,你怎敢做出这样的事?你竟敢从我的神殿里抢夺我的求庇护者吗?”

§1.159.4

Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν2 ὦναξ, αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις, Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι; τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσιδε ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε,3 ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον.

阿里斯托迪科斯毫不慌张地回答说:“王啊,您自己既然如此庇护您的求庇护者,却为何命令库墨人交出他们的求庇护者呢?”神明再次回答他说:“是的,我命令你们这么做,为的是让你们因作恶而更快地灭亡,免得你们今后再为交出求庇护者的事来求问神谕。”

语法注3 条
  1. 1.159.2ὁκότερα ποιέωμεν

    间接疑问句中的商榷语气虚拟语气(deliberative subjunctive),意为“我们应当采取哪种行动”。

  2. 1.159.4Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν

    间接引语中的“对格加不定式”结构(accusative with infinitive),承接前一句的 λέγεται(据说)。对格 Ἀριστόδικον 为主体,而 εἰπεῖν(以及下一句中的 ἀμείψασθαι)为不定式。

  3. 1.159.4ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε

    由目的连词 ἵνα 引导的从句,其中包含表示条件或手段的分词 ἀσεβήσαντες(通过做出不敬的事)。比较级 θᾶσσον(更快地)带有强烈的反讽意味,暗示那些试图考验神明的人会更迅速地走向毁灭。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.159.1-1.159.4