← 希罗多德

历史

§1.158.1-1.158.2

布兰希代的神谕与阿里斯托迪科斯的质疑

库墨人就交出帕克提埃斯一事向布兰希代神谕所求询并获得交付的指示,但阿里斯托迪科斯因怀疑神谕而予以制止,并建议再次求问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.158.1

πέμψαντες ὦν οἱ Κυμαῖοι ἐς τοὺς Βραγχίδας θεοπρόπους εἰρώτευν περὶ Πακτύην ὁκοῖόν τι ποιέοντες1 θεοῖσι μέλλοιεν χαριεῖσθαι. ἐπειρωτῶσι δέ σφι ταῦτα χρηστήριον ἐγένετο ἐκδιδόναι Πακτύην Πέρσῃσι. ταῦτα δὲ ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι, ὁρμέατο ἐκδιδόναι·

于是,库墨人派遣使者前往布兰希代,询问关于帕克提埃斯的事,问他们采取何种行动才能使神明喜悦。当他们如此求问时,得到的答复是:应当将帕克提埃斯交给波斯人。库墨人听到带回来的这个报告后,便准备交人。

§1.158.2

ὁρμημένου δὲ ταύτῃ τοῦ πλήθεος, Ἀριστόδικος ὁ Ἡρακλείδεω ἀνὴρ τῶν ἀστῶν ἐὼν δόκιμος ἔσχε μὴ ποιῆσαι2 ταῦτα Κυμαίους, ἀπιστέων τε τῷ χρησμῷ καὶ δοκέων τοὺς θεοπρόπους οὐ λέγειν ἀληθέως, ἐς ὃ3 τὸ δεύτερον περὶ Πακτύεω ἐπειρησόμενοι ἤισαν ἄλλοι θεοπρόποι, τῶν καὶ Ἀριστόδικος ἦν.

当民众倾向于这一做法时,赫拉克莱德斯之子阿里斯托迪科斯——市民中一位享有声望的人——制止了库墨人这样做,因为他既不信任该神谕,又认为使者们没有如实相告。直到最后,为了再次询问关于帕克提埃斯的事,另外一些使者动身前往,其中也包括阿里斯托迪科斯。

语法注3 条
  1. 1.158.1ὁκοῖόν τι ποιέοντες

    分词 ποιέοντες(等同于雅典方言的 ποιοῦντες,爱奥尼亚方言形式)表示条件,意为“如果他们做什么样的事”才会取悦神明。

  2. 1.158.2ἔσχε μὴ ποιῆσαι

    动词 ἔσχε(ἔχω/σχέω 的不定过去时,意为“阻止”)后接带有冗余或预防性否定 μή 的不定式,表示“制止了库墨人做这件事”。

  3. 1.158.2ἐς ὃ

    短语 ἐς ὅ(等同于 εἰς ὅ)作为时间连词,意为“直到”或“最终导致”,引导表示前述动作终点或结果的从句。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.158.1-1.158.2