← 希罗多德

历史

§1.157.1-1.157.3

帕克提埃斯逃亡库墨与求问神谕

居鲁士返回波斯,帕克提埃斯逃往库墨。米底人马扎雷斯占领萨尔迪斯并强迫吕底亚人改变生活方式后,派人去库墨要求引渡帕克提埃斯,库墨人决定就此向布兰希代神谕所请示。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.157.1

ὃ μὲν δὴ1 ταῦτα ἐκ τῆς ὁδοῦ ἐντειλάμενος ἀπήλαυνε ἐς ἤθεα τὰ Περσέων, Πακτύης δὲ πυθόμενος ἀγχοῦ εἶναι στρατὸν ἐπʼ ἑωυτὸν ἰόντα δείσας οἴχετο φεύγων2 ἐς Κύμην.

他在途中吩咐了这些命令后,便起程返回波斯人的领地。而帕克提埃斯得知有一支军队正朝自己逼近,感到十分恐惧,于是逃往库墨。

§1.157.2

Μαζάρης δὲ ὁ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοῦ Κύρου στρατοῦ μοῖραν ὅσην δή κοτε ἔχων,3 ὡς οὐκ εὗρε ἔτι ἐόντας τοὺς ἀμφὶ Πακτύην ἐν Σάρδισι, πρῶτα μὲν τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐπιτελέειν, ἐκ τούτου δὲ κελευσμοσύνης Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζόης μετέβαλον.

米底人马扎雷斯率领居鲁士军队的一部(不论具体人数多少)向萨尔迪斯进军。当他发现帕克提埃斯及其同伙已不在萨尔迪斯时,首先强迫吕底亚人执行居鲁士的命令。由于这一命令,吕底亚人改变了他们全部的生活方式。

§1.157.3

Μαζάρης δὲ μετὰ τοῦτο ἔπεμπε ἐς τὴν Κύμην ἀγγέλους ἐκδιδόναι κελεύων Πακτύην. οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι ἐς θεὸν ἀνοῖσαι4 τὸν ἐν Βραγχίδῃσι· ἦν γὰρ αὐτόθι μαντήιον ἐκ παλαιοῦ ἱδρυμένον, τῷ Ἴωνές τε πάντες καὶ Αἰολέες ἐώθεσαν χρᾶσθαι. ὁ δὲ χῶρος οὗτος ἐστὶ τῆς Μιλησίης ὑπὲρ Πανόρμου λιμένος.

此后,马扎雷斯派遣使者前往库墨,要求交出帕克提埃斯。库墨人决定将此事提交给布兰希代的神明以求咨询。因为那里自古以来建有一座神谕所,所有的伊奥尼亚人和埃奥利斯人都习惯于向其求询。这个地方位于米利都境内,处于帕诺尔穆斯港口上方。

语法注4 条
  1. 1.157.1ὃ μὲν δὴ

    指示冠词 ὁ 用作指示代名词,根据前文语境指代居鲁士。

  2. 1.157.1οἴχετο φεύγων

    动词 οἴχομαι 与现在分词结合,表示动作已经发生且主体已离开,意为“逃之夭夭”或“逃往他处”。

  3. 1.157.2ὅσην δή κοτε ἔχων

    关系代词 ὅσην 伴有表示泛指的语气词 δή κοτε,意为“不论其规模有多大”,用于表示军队的具体人数或规模不详。

  4. 1.157.3ἔγνωσαν ... ἀνοῖσαι

    不定式 ἀνοῖσαι(来自 ἀναφέρω 的不定过去时主动语态)作为 ἔγνωσαν(决定)的宾语。在此处,ἀναφέρω 意为将问题“提交”或“呈报”给神谕所决定。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.157.1-1.157.3